Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18

⸀Μετὰ1 ταῦτα ⸀χωρισθεὶς2 ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναι3 Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸ4 τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο5 ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃ6. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳ7 ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναι8 τὸν χριστὸν Ἰησοῦν. ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθεν9 εἰς οἰκίαν τινὸς ὀνόματι ⸀Τιτίου10 Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ διʼ ὁράματος11 τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. ἐκάθισεν ⸀δὲ12 ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος13 τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι14 τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος15 τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν16 ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· εἰ δὲ ⸀ζητήματά17 ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴς18 ἐγὼ τούτων οὐ βούλομαι εἶναι. καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. ἐπιλαβόμενοι δὲ ⸀πάντες19 Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν20 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν21, εἶχεν γὰρ εὐχήν. ⸀κατήντησαν22 δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατο23 τοῖς Ἰουδαίοις. ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναι24 οὐκ ἐπένευσεν, ⸂ἀλλὰ ἀποταξάμενος καὶ25 ⸀εἰπών26 ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,27 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζων28 πάντας τοὺς μαθητάς. Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ29 ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ Ἀκύλας30 προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦ31. βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.

Source notes (31)
  1. Footnote Μετὰ WH Treg NA28 ] + δὲ RP
  2. Footnote χωρισθεὶς WH Treg NA28 ] + ὁ Παῦλος RP
  3. Footnote διατεταχέναι WH Treg NA28 ] τεταχέναι RP
  4. Footnote ἀπὸ WH Treg NA28 ] ἐκ RP
  5. Footnote ἠργάζετο Treg NA28 RP ] ἠργάζοντο WH
  6. Footnote τῇ τέχνῃ WH Treg NA28 ] τὴν τέχνην RP
  7. Footnote λόγῳ WH Treg NA28 ] πνεύματι RP
  8. Footnote εἶναι WH Treg NA28 ] – RP
  9. Footnote εἰσῆλθεν NA28 ] ἦλθεν WH Treg RP
  10. Footnote Τιτίου WH Treg NA28 ] – RP
  11. Footnote ἐν νυκτὶ διʼ ὁράματος WH Treg NA28 ] διʼ ὁράματος ἐν νυκτὶ RP
  12. Footnote δὲ WH Treg NA28 ] τε RP
  13. Footnote ἀνθυπάτου ὄντος WH Treg NA28 ] ἀνθυπατεύοντος RP
  14. Footnote ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι Treg NA28 RP ] οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH
  15. Footnote ἀναπείθει οὗτος WH Treg NA28 ] οὗτος ἀναπείθει RP
  16. Footnote μὲν WH Treg NA28 ] + οὖν RP
  17. Footnote ζητήματά WH Treg NA28 ] ζήτημά RP
  18. Footnote κριτὴς WH Treg NA28 ] + γὰρ RP
  19. Footnote πάντες WH Treg NA28 ] + οἱ Ἕλληνες RP
  20. Footnote ἔμελεν WH Treg NA28 ] ἔμελλεν RP
  21. Footnote ἐν Κεγχρεαῖς τὴν κεφαλήν WH Treg NA28 ] τὴν κεφαλήν ἐν Κεγχρεαῖς RP
  22. Footnote κατήντησαν WH Treg NA28 ] Κατήντησεν RP
  23. Footnote διελέξατο WH Treg NA28 ] διελέχθη RP
  24. Footnote μεῖναι WH Treg NA28 ] + παρʼ αὐτοῖς RP
  25. Footnote ἀλλὰ ἀποταξάμενος καὶ WH Treg NA28 ] ἀλλʼ ἀπετάξατο αὐτοῖς RP
  26. Footnote εἰπών WH Treg NA28 ] + Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα RP
  27. Footnote Πάλιν WH Treg NA28 ] + δὲ RP
  28. Footnote στηρίζων WH Treg ] ἐπιστηρίζων NA28 RP
  29. Footnote Ἰησοῦ WH Treg NA28 ] κυρίου RP
  30. Footnote Πρίσκιλλα καὶ Ἀκύλας WH Treg NA28 ] Ἀκύλας καὶ Πρίσκιλλα RP
  31. Footnote ὁδὸν τοῦ θεοῦ WH Treg NA28 ] τοῦ θεοῦ ὁδὸν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.