Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17

Διοδεύσαντες δὲ τὴν1 Ἀμφίπολιν καὶ ⸀τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ⸀ἦν2 συναγωγὴ τῶν Ἰουδαίων. κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ⸂ὁ χριστός, ὁ 3 Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων ⸂πλῆθος πολὺ4 γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. ⸂ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι5 τῶν ἀγοραίων ⸂ἄνδρας τινὰς6 πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ⸂καὶ ἐπιστάντες7 τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ⸀προαγαγεῖν8 εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς ⸀ἔσυρον9 Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ⸂ἕτερον λέγοντες10 εἶναι Ἰησοῦν. ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.

Οἱ δὲ ἀδελφοὶ εὐθέως ⸀διὰ11 νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ⸂τῶν Ἰουδαίων ἀπῄεσαν12 · οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸ13 λόγον μετὰ πάσης προθυμίας, ⸀τὸ καθʼ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες ⸂καὶ ταράσσοντες14 τοὺς ὄχλους. εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ⸀ἕως15 ἐπὶ τὴν θάλασσαν· ⸂ὑπέμεινάν τε16 ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ. οἱ δὲ ⸀καθιστάνοντες17 τὸν Παῦλον ⸀ἤγαγον18 ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν19 Σιλᾶν καὶ ⸀τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.

Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ⸀θεωροῦντος20 κατείδωλον οὖσαν τὴν πόλιν. διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. τινὲς δὲ καὶ21 τῶν Ἐπικουρείων ⸀καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. ἐπιλαβόμενοί ⸀τε22 αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι ⸂τίνα θέλει23 ταῦτα εἶναι. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ 24 λέγειν τι25 ⸀ἢ ἀκούειν ⸀τι καινότερον.

Σταθεὶς ⸀δὲ26 Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ θεῷ. ⸀ὃ27 οὖν ἀγνοοῦντες εὐσεβεῖτε, ⸀τοῦτο28 ἐγὼ καταγγέλλω ὑμῖν. ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ⸂ὑπάρχων κύριος29 οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνων30 θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν ⸂καὶ τὰ31 πάντα· ἐποίησέν τε ἐξ ⸀ἑνὸς32 πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ ⸂παντὸς προσώπου33 τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν ⸀θεὸν34 εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν. γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ⸀παραγγέλλει35 τοῖς ἀνθρώποις ⸀πάντας36 πανταχοῦ μετανοεῖν, ⸀καθότι37 ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.

Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου ⸂περὶ τούτου καὶ πάλιν38. ⸀οὕτως39 ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν· τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

Source notes (39)
  1. Footnote τὴν WH Treg NA28 ] – RP
  2. Footnote ἦν WH Treg NA28 ] + ἡ RP
  3. Footnote ὁ χριστός, ὁ WH NA28 ] χριστός Treg; ὁ χριστός RP
  4. Footnote πλῆθος πολὺ WH Treg NA28 ] πολὺ πλῆθος RP
  5. Footnote ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι WH Treg NA28 ] Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες RP
  6. Footnote ἄνδρας τινὰς WH Treg NA28 ] τινὰς ἄνδρας RP
  7. Footnote καὶ ἐπιστάντες WH Treg NA28 ] ἐπιστάντες τε RP
  8. Footnote προαγαγεῖν WH Treg NA28 ] ἀγαγεῖν RP
  9. Footnote ἔσυρον WH Treg NA28 ] + τὸν RP
  10. Footnote ἕτερον λέγοντες WH Treg NA28 ] λέγοντες ἕτερον RP
  11. Footnote διὰ WH Treg NA28 ] + τῆς RP
  12. Footnote τῶν Ἰουδαίων ἀπῄεσαν WH Treg NA28 ] ἀπῄεσαν τῶν Ἰουδαίων RP
  13. Footnote τὸ WH RP ] – Treg NA28
  14. Footnote καὶ ταράσσοντες WH Treg NA28 ] –RP
  15. Footnote ἕως WH Treg NA28 ] ὡς RP
  16. Footnote ὑπέμεινάν τε WH Treg NA28 ] ὑπέμενον δὲ RP
  17. Footnote καθιστάνοντες WH Treg NA28 ] καθιστῶντες RP
  18. Footnote ἤγαγον WH Treg NA28 ] + αὐτὸν RP
  19. Footnote τὸν WH Treg NA28 ] – RP
  20. Footnote θεωροῦντος WH Treg NA28 ] θεωροῦντι RP
  21. Footnote καὶ WH Treg NA28 ] + τῶν RP
  22. Footnote τε NA28 RP ] δὲ WH Treg
  23. Footnote τίνα θέλει WH Treg NA28 ] τί ἂν θέλοι RP
  24. Footnote ἢ WH Treg NA28 ] καὶ RP
  25. Footnote τι WH Treg NA28 ] – RP
  26. Footnote δὲ WH Treg ] + ὁ NA28 RP
  27. Footnote ὃ WH Treg NA28 ] Ὃν RP
  28. Footnote τοῦτο WH Treg NA28 ] τοῦτον RP
  29. Footnote ὑπάρχων κύριος WH Treg NA28 ] κύριος ὑπάρχων RP
  30. Footnote ἀνθρωπίνων WH Treg NA28 ] ἀνθρώπων RP
  31. Footnote καὶ τὰ WH Treg NA28 ] κατὰ RP
  32. Footnote ἑνὸς WH Treg NA28 ] + αἵματος RP
  33. Footnote παντὸς προσώπου WH Treg NA28 ] πᾶν τὸ πρόσωπον RP
  34. Footnote θεὸν WH Treg NA28 ] κύριον RP
  35. Footnote παραγγέλλει Treg NA28 RP ] ἀπαγγέλλει WH
  36. Footnote πάντας WH Treg NA28 ] πᾶσιν RP
  37. Footnote καθότι WH Treg NA28 ] διότι RP
  38. Footnote περὶ τούτου καὶ πάλιν WH Treg NA28 ] πάλιν περὶ τούτου RP
  39. Footnote οὕτως WH Treg NA28 ] Καὶ οὕτως RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.