Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16
Κατήντησεν δὲ ⸀καὶ1 εἰς2 Δέρβην καὶ ⸀εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς ⸀γυναικὸς3 Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν· τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ⸂ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ4 ὑπῆρχεν. ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαν5 αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων ⸀καὶ6 πρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις7 αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν. ⸀Διῆλθον8 δὲ τὴν Φρυγίαν ⸀καὶ9 Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες ⸀δὲ10 κατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰς11 τὴν Βιθυνίαν ⸀πορευθῆναι12 καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ13 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. καὶ ὅραμα ⸀διὰ14 νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη15, ἀνὴρ ⸂Μακεδών τις ἦν16 ἑστὼς ⸀καὶ17 παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰς18 Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸς19 εὐαγγελίσασθαι αὐτούς. Ἀναχθέντες ⸀οὖν20 ⸀ἀπὸ21 Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ22 ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν23, ⸀κἀκεῖθεν24 εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος25 Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ26 τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης27 παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν28 εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦ29 Παύλου. ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε30 καὶ παρεβιάσατο ἡμᾶς. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴν31 προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα32 ⸀ὑπαντῆσαι33 ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη· αὕτη ⸀κατακολουθοῦσα34 τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸀ὑμῖν35 ὁδὸν σωτηρίας. τοῦτο δὲ36 ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς ⸀δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ⸀ἐν37 ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, πολλάς ⸀τε38 ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην ⸀λαβὼν39 ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατο αὐτῶν40 εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· ἄφνω δὲ41 σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν ⸀δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος ⸀τὴν42 μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησεν δὲ ⸂φωνῇ μεγάλῃ ὁ Παῦλος43 λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ44 Παύλῳ καὶ ⸀τῷ Σιλᾷ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν45 καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου46 ⸀σὺν47 πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντες48 παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκον49 παρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατο50 πανοικεὶ πεπιστευκὼς τῷ θεῷ. Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτους51 πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς52 δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν. ⸀ἀπήγγειλαν53 δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ54 ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ55 τῆς πόλεως. ἐξελθόντες δὲ ⸀ἀπὸ56 τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς57 καὶ ἐξῆλθαν.
Source notes (57)
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote εἰς WH Treg NA28 ] – RP
- Footnote γυναικὸς WH Treg NA28 ] + τινος RP
- Footnote ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην RP
- Footnote παρεδίδοσαν WH Treg NA28 ] παρεδίδουν RP
- Footnote καὶ WH Treg NA28 ] + τῶν RP
- Footnote Ἱεροσολύμοις WH Treg NA28 ] Ἱερουσαλήμ RP
- Footnote Διῆλθον WH Treg NA28 ] Διελθόντες RP
- Footnote καὶ WH Treg NA28 ] + τὴν RP
- Footnote δὲ WH Treg NA28 ] – RP
- Footnote εἰς WH Treg NA28 ] κατὰ RP
- Footnote πορευθῆναι WH Treg NA28 ] πορεύεσθαι RP
- Footnote Ἰησοῦ WH Treg NA28 ] – RP
- Footnote διὰ WH Treg ] + τῆς NA28 RP
- Footnote τῷ Παύλῳ ὤφθη WH Treg NA28 ] ὤφθη τῷ Παύλῳ RP
- Footnote Μακεδών τις ἦν WH Treg NA28 ] τις ἦν Μακεδών RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote εἰς WH Treg NA28 ] + τὴν RP
- Footnote θεὸς WH Treg NA28 ] κύριος RP
- Footnote οὖν WH Treg RP ] δὲ NA28
- Footnote ἀπὸ WH Treg NA28 ] + τῆς RP
- Footnote δὲ WH Treg NA28 ] τε RP
- Footnote Νέαν Πόλιν WH Treg NA28 ] Νεάπολιν RP
- Footnote κἀκεῖθεν WH Treg NA28 ] ἐκεῖθέν τε RP
- Footnote πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA28
- Footnote ταύτῃ WH Treg NA28 ] αὐτῇ RP
- Footnote πύλης WH Treg NA28 ] πόλεως RP
- Footnote ἐνομίζομεν προσευχὴν WH Treg NA28 ] ἐνομίζετο προσευχὴ RP
- Footnote τοῦ NA28 RP ] – WH Treg
- Footnote μένετε WH Treg NA28 ] μείνατε RP
- Footnote τὴν WH Treg NA28 ] – RP
- Footnote πύθωνα WH Treg NA28 ] Πύθωνος RP
- Footnote ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP
- Footnote κατακολουθοῦσα WH Treg NA28 ] κατακολουθήσασα RP
- Footnote ὑμῖν WH Treg NA28 ] ἡμῖν RP
- Footnote δὲ WH Treg NA28 ] + ὁ RP
- Footnote ἐν WH Treg NA28 ] + τῷ RP
- Footnote τε Treg NA28 RP ] δὲ WH
- Footnote λαβὼν WH Treg NA28 ] εἰληφώς RP
- Footnote ἠσφαλίσατο αὐτῶν WH Treg NA28 ] αὐτῶν ἠσφαλίσατο RP
- Footnote δὲ WH Treg NA28 ] τε RP
- Footnote τὴν WH Treg NA28 ] – RP
- Footnote φωνῇ μεγάλῃ ὁ Παῦλος RP ] φωνῇ μεγάλῃ Παῦλος Treg; μεγάλῃ φωνῇ ὁ Παῦλος NA28; Παῦλος μεγάλῃ φωνῇ WH
- Footnote τῷ NA28 RP ] – WH Treg
- Footnote Ἰησοῦν WH Treg NA28 ] + χριστόν RP
- Footnote κυρίου Treg NA28 RP ] θεοῦ WH
- Footnote σὺν WH Treg NA28 ] καὶ RP
- Footnote πάντες Treg NA28 RP ] ἅπαντες WH
- Footnote οἶκον WH NA28 ] + αὐτοῦ Treg RP
- Footnote ἠγαλλιάσατο WH Treg NA28 ] ἠγαλλίατο RP
- Footnote τούτους RP NA28 ] – WH Treg
- Footnote ἡμᾶς WH Treg NA28 ] – RP
- Footnote ἀπήγγειλαν WH Treg NA28 ] Ἀνήγγειλαν RP
- Footnote ἐφοβήθησαν δὲ WH Treg NA28 ] καὶ ἐφοβήθησαν RP
- Footnote ἀπελθεῖν ἀπὸ WH Treg NA28 ] ἐξελθεῖν RP
- Footnote ἀπὸ WH NA28 ] ἐκ Treg RP
- Footnote παρεκάλεσαν τοὺς ἀδελφοὺς WH Treg NA28 ] τοὺς ἀδελφούς παρεκάλεσαν αὐτούς RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.