Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15

Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ ⸀περιτμηθῆτε1 τῷ2 ἔθει ⸀τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. γενομένης ⸀δὲ3 στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. οἱ μὲν οὖν προπεμφθέντε4 ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν ⸀τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. παραγενόμενοι δὲ εἰς ⸀Ἱεροσόλυμα5 ⸀παρεδέχθησαν6 ⸀ἀπὸ7 τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετʼ αὐτῶν. ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.

Συνήχθησάν ⸀τε8 οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. πολλῆς δὲ ⸀ζητήσεως9 γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίων ⸂ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς10 διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι, καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς ⸀δοὺς11 τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν, καὶ ⸀οὐθὲν12 διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθʼ ὃν τρόπον κἀκεῖνοι.

Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν. μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν ⸀λαὸν13 τῷ ὀνόματι αὐτοῦ. καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ ⸀κατεσκαμμένα14 αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς, λέγει ⸀κύριος15 ποιῶν ⸀ταῦτα16 γνωστὰ ἀπʼ ⸀αἰῶνος17 διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ⸀ἀπέχεσθαι18 τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ⸀τοῦ19 πνικτοῦ καὶ τοῦ αἵματος· Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.

Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν ⸀τῷ20 Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν ⸀καλούμενον21 Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς ⸀αὐτῶν22 Οἱ ἀπόστολοι καὶ οἱ ⸀πρεσβύτεροι23 ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ⸀ἐξελθόντες24 ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ⸀ὑμῶν25 οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ⸀ἐκλεξαμένοις26 ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. ἔδοξεν γὰρ τῷ ⸂πνεύματι τῷ ἁγίῳ27 καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν ⸂τούτων τῶν ἐπάναγκες28, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ ⸀πνικτῶν29 καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.

Οἱ μὲν οὖν ἀπολυθέντες ⸀κατῆλθον30 εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ⸂ἀποστείλαντας αὐτούς31. Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.

Μετὰ δέ τινας ἡμέρας εἶπεν ⸂πρὸς Βαρναβᾶν Παῦλος32 · Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ⸀ἀδελφοὺς33 κατὰ ⸂πόλιν πᾶσαν34 ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. Βαρναβᾶς δὲ ⸀ἐβούλετο35 συμπαραλαβεῖν ⸀καὶ36 τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ ⸀συμπαραλαμβάνειν37 τοῦτον. ἐγένετο ⸀δὲ38 παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον, Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ⸀κυρίου39 ὑπὸ τῶν ἀδελφῶν, διήρχετο δὲ τὴν40 Συρίαν καὶ ⸀τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

Source notes (40)
  1. Footnote περιτμηθῆτε WH Treg NA28 ] περιτέμνησθε RP
  2. Footnote τῷ WH Treg NA28 ] – RP
  3. Footnote δὲ WH Treg NA28 ] οὖν RP
  4. Footnote τε WH Treg NA28 ] – RP
  5. Footnote Ἱεροσόλυμα Treg ] Ἱερουσαλὴμ WH NA28 RP
  6. Footnote παρεδέχθησαν WH Treg NA28 ] ἀπεδέχθησαν RP
  7. Footnote ἀπὸ WH Treg NA28 ] ὑπὸ RP
  8. Footnote τε WH Treg NA28 ] δὲ RP
  9. Footnote ζητήσεως WH Treg NA28 ] συζητήσεως RP
  10. Footnote ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς ἐν ὑμῖν ἐξελέξατο RP
  11. Footnote δοὺς WH Treg NA28 ] + αὐτοῖς RP
  12. Footnote οὐθὲν WH Treg NA28 ] οὐδὲν RP
  13. Footnote λαὸν WH Treg NA28 ] + ἐπὶ RP
  14. Footnote κατεσκαμμένα NA28 RP ] κατεστραμμένα WH Treg
  15. Footnote κύριος WH Treg NA28 ] + ὁ RP
  16. Footnote ταῦτα WH Treg NA28 ] + πάντα RP
  17. Footnote αἰῶνος WH Treg NA28 ] + ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ RP
  18. Footnote ἀπέχεσθαι WH Treg NA28 ] + ἀπὸ RP
  19. Footnote τοῦ NA28 RP ] – WH Treg
  20. Footnote τῷ WH Treg NA28 ] – RP
  21. Footnote καλούμενον WH Treg NA28 ] ἐπικαλούμενον RP
  22. Footnote αὐτῶν WH Treg NA28 ] + τάδε RP
  23. Footnote πρεσβύτεροι WH Treg NA28 ] + καὶ οἱ RP
  24. Footnote ἐξελθόντες Treg NA28 RP ] – WH
  25. Footnote ὑμῶν WH Treg NA28 ] + λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον RP
  26. Footnote ἐκλεξαμένοις WH Treg NA28 ] ἐκλεξαμένους RP
  27. Footnote πνεύματι τῷ ἁγίῳ WH Treg NA28 ] ἁγίῳ πνεύματι RP
  28. Footnote τούτων τῶν ἐπάναγκες WH Treg NA28 ] τῶν ἐπάναγκες τούτων RP
  29. Footnote πνικτῶν WH Treg NA28 ] πνικτοῦ RP
  30. Footnote κατῆλθον WH Treg NA28 ] ἦλθον RP
  31. Footnote ἀποστείλαντας αὐτούς WH Treg NA28 ] + ἀποστόλους RP; + 34 ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ TR
  32. Footnote πρὸς Βαρναβᾶν Παῦλος WH Treg NA28 ] Παῦλος πρὸς Βαρναβᾶν RP
  33. Footnote ἀδελφοὺς WH Treg NA28 ] + ἡμῶν RP
  34. Footnote πόλιν πᾶσαν WH Treg NA28 ] πᾶσαν πόλιν RP
  35. Footnote ἐβούλετο WH Treg NA28 ] ἐβουλεύσατο RP
  36. Footnote καὶ WH Treg NA28 ] – RP
  37. Footnote συμπαραλαμβάνειν WH Treg NA28 ] συμπαραλαβεῖν RP
  38. Footnote δὲ WH Treg NA28 ] οὖν RP
  39. Footnote κυρίου WH Treg NA28 ] θεοῦ RP
  40. Footnote τὴν WH NA28 ] – Treg RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.