Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14
Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. οἱ δὲ ⸀ἀπειθήσαντες1 Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ2 κυρίῳ τῷ μαρτυροῦντι ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κἀκεῖ ⸂εὐαγγελιζόμενοι ἦσαν3.
Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις4 τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ5 ὃς οὐδέποτε ⸀περιεπάτησεν6 οὗτος ⸀ἤκουσεν7 τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν8 τοῦ σωθῆναι εἶπεν ⸀μεγάλῃ9 φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός10 καὶ ⸀ἥλατο11 καὶ περιεπάτει. οἵ ⸀τε12 ὄχλοι ἰδόντες ὃ ⸀ἐποίησεν13 Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς ἐκάλουν τε ⸀τὸν14 Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. ὅ ⸀τε15 ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεως16 ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸀αὐτῶν17 ⸀ἐξεπήδησαν18 εἰς τὸν ὄχλον κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸀θεὸν19 ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· ⸀καίτοι20 οὐκ ἀμάρτυρον ⸀αὑτὸν21 ἀφῆκεν ⸀ἀγαθουργῶν22 οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ⸀ὑμῶν23 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, ⸀νομίζοντες24 αὐτὸν τεθνηκέναι. κυκλωσάντων δὲ ⸂τῶν μαθητῶν αὐτὸν25 ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ ⸀εἰς26 Ἰκόνιον καὶ ⸁εἰς27 Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. χειροτονήσαντες δὲ αὐτοῖς ⸂κατʼ ἐκκλησίαν πρεσβυτέρους28 προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. καὶ διελθόντες τὴν29 Πισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν, καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλον30 ὅσα ἐποίησεν ὁ θεὸς μετʼ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. διέτριβον ⸀δὲ31 χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
Source notes (31)
- Footnote ἀπειθήσαντες WH Treg NA28 ] ἀπειθοῦντες RP
- Footnote τῷ WH Treg RP ] ἐπὶ τῷ NA28
- Footnote εὐαγγελιζόμενοι ἦσαν WH Treg NA28 ] ἦσαν εὐαγγελιζόμενοι RP
- Footnote ἀδύνατος ἐν Λύστροις WH NA28 ] ἐν Λύστροις ἀδύνατος Treg RP
- Footnote αὐτοῦ WH Treg NA28 ] + ὑπάρχων RP
- Footnote περιεπάτησεν WH Treg NA28 ] περιπεπατήκει RP
- Footnote ἤκουσεν Treg NA28 RP ] ἤκουεν WH
- Footnote ἔχει πίστιν WH Treg NA28 ] πίστιν ἔχει RP
- Footnote μεγάλῃ WH Treg NA28 ] + τῇ RP
- Footnote ὀρθός WH Treg NA28 ] ὀρθῶς RP
- Footnote ἥλατο WH Treg NA28 ] ἥλλετο RP
- Footnote τε WH NA28 ] δὲ Treg RP
- Footnote ἐποίησεν WH Treg NA28 ] + ὁ RP
- Footnote τὸν WH Treg NA28 ] + μὲν RP
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote πόλεως WH Treg NA28 ] + αὐτῶν RP
- Footnote αὐτῶν Treg NA28 RP ] ἑαυτῶν WH
- Footnote ἐξεπήδησαν WH Treg NA28 ] εἰσεπήδησαν RP
- Footnote θεὸν WH Treg NA28 ] τὸν θεὸν τὸν RP
- Footnote καίτοι WH Treg NA28 ] Καίτοιγε RP
- Footnote αὑτὸν WH ] ἑαυτὸν RP; αὐτὸν Treg NA28
- Footnote ἀγαθουργῶν WH Treg NA28 ] ἀγαθοποιῶν RP
- Footnote ὑμῶν WH Treg NA28 ] ἡμῶν RP
- Footnote νομίζοντες WH Treg NA28 ] νομίσαντες RP
- Footnote τῶν μαθητῶν αὐτὸν WH Treg NA28 ] αὐτὸν τῶν μαθητῶν RP
- Footnote ⸀εἰς WH Treg NA28 ] – RP
- Footnote ⸁εἰς WH Treg NA28 ] – RP
- Footnote κατʼ ἐκκλησίαν πρεσβυτέρους WH Treg NA28 ] πρεσβυτέρους κατʼ ἐκκλησίαν RP
- Footnote τὴν WH Treg NA28 ] – RP
- Footnote ἀνήγγελλον WH Treg NA28 ] ἀνήγγειλαν RP
- Footnote δὲ WH Treg NA28 ] + ἐκεῖ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.