Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13
Ἦσαν ⸀δὲ1 ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ2 νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν ⸀καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
⸀Αὐτοὶ3 μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος4 κατῆλθον ⸀εἰς5 Σελεύκειαν, ἐκεῖθέν ⸀τε6 ἀπέπλευσαν ⸁εἰς7 Κύπρον, καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. διελθόντες δὲ ⸀ὅλην8 τὴν νῆσον ἄχρι Πάφου εὗρον ⸀ἄνδρα9 τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ10 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ⸀ἁγίου11 ἀτενίσας εἰς αὐτὸν εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ⸀ὁδοὺς12 κυρίου τὰς εὐθείας; καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα ⸀δὲ13 ⸀ἔπεσεν14 ἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ ⸀περὶ15 Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τὴν Πισιδίαν16, καὶ ⸀εἰσελθόντες17 εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ ⸀τίς18 ἐστιν ⸂ἐν ὑμῖν λόγος19 παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλ20 ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸀Αἰγύπτου21 καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, ⸀καὶ22 καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν ⸀κατεκληρονόμησεν23 τὴν γῆν αὐτῶν ⸂ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸀τοῦ προφήτου.24 25 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν ⸂τὸν Δαυὶδ αὐτοῖς26 εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ ⸂σωτῆρα Ἰησοῦν27, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂παντὶ τῷ λαῷ28 Ἰσραήλ. ὡς δὲ ἐπλήρου ⸀Ἰωάννης29 τὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ30 ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλʼ ἰδοὺ ἔρχεται μετʼ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖν31 ὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη32 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν33 εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶν34 ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ35 · Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. ⸀διότι36 καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐν37 νόμῳ Μωϋσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. βλέπετε οὖν μὴ ⸀ἐπέλθῃ38 τὸ εἰρημένον ἐν τοῖς προφήταις· Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ39 ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον40 ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
Ἐξιόντων δὲ ⸀αὐτῶν41 ⸀παρεκάλουν42 εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες ⸀αὐτοῖς44 ἔπειθον αὐτοὺς ⸀προσμένειν45 τῇ χάριτι τοῦ θεοῦ.
Τῷ ⸀δὲ46 ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου47 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ⸀ὑπὸ48 Παύλου ⸀λαλουμένοις49 ⸀βλασφημοῦντες50 παρρησιασάμενοί ⸀τε51 ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴ52 ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. ἀκούοντα δὲ τὰ ἔθνη ⸀ἔχαιρον53 καὶ ἐδόξαζον τὸν λόγον τοῦ ⸀κυρίου54 καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου διʼ ὅλης τῆς χώρας. οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας ⸀γυναῖκας55 τὰς εὐσχήμονας καὶ56 τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ⸀ποδῶν57 ἐπʼ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, οἵ ⸀τε58 μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
Source notes (58)
- Footnote δὲ WH Treg NA28 ] + τινες RP
- Footnote καὶ WH Treg NA28 ] + τὸν RP
- Footnote Αὐτοὶ WH Treg NA28 ] Οὗτοι RP
- Footnote ἁγίου πνεύματος WH Treg NA28 ] πνεύματος τοῦ ἁγίου RP
- Footnote ⸀εἰς WH Treg NA28 ] + τὴν RP
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote ⸁εἰς WH Treg NA28 ] + τὴν RP
- Footnote ὅλην WH Treg NA28 ] – RP
- Footnote ἄνδρα WH Treg NA28 ] – RP
- Footnote Βαριησοῦ NA28 ] Βαριησοῦς WH Treg RP
- Footnote ἁγίου WH Treg NA28 ] + καὶ RP
- Footnote ὁδοὺς Treg RP ] + τοῦ WH NA28
- Footnote δὲ WH Treg RP ] τε NA28
- Footnote ἔπεσεν WH Treg NA28 ] ἐπέπεσεν RP
- Footnote περὶ WH Treg NA28 ] + τὸν RP
- Footnote τὴν Πισιδίαν WH Treg NA28 ] τῆς Πισιδίας RP
- Footnote εἰσελθόντες NA28 RP ] ἐλθόντες WH Treg
- Footnote τίς WH Treg NA28 ] – RP
- Footnote ἐν ὑμῖν λόγος WH Treg NA28 ] λόγος ἐν ὑμῖν RP
- Footnote Ἰσραὴλ WH Treg NA28 ] – RP
- Footnote Αἰγύπτου WH Treg NA28 ] Αἰγύπτῳ RP
- Footnote καὶ Treg NA28 RP ] – WH
- Footnote κατεκληρονόμησεν WH Treg NA28 ] + αὐτοῖς RP
- Footnote ὡς … πεντήκοντα καὶ μετὰ ταῦτα WH Treg NA28 ] καὶ μετὰ ταῦτα ὡς … πεντήκοντα RP
- Footnote τοῦ NA28 RP ] – WH Treg
- Footnote τὸν Δαυὶδ αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὸν Δαυὶδ RP
- Footnote σωτῆρα Ἰησοῦν WH Treg NA28 ] σωτηρίαν RP
- Footnote παντὶ τῷ λαῷ WH Treg NA28 ] τῷ RP
- Footnote Ἰωάννης WH Treg NA28 ] ὁ Ἰωάννης RP
- Footnote Τί ἐμὲ WH Treg NA28 ] Τίνα με RP
- Footnote ἡμῖν WH NA28 ] ὑμῖν Treg RP
- Footnote ἐξαπεστάλη WH Treg NA28 ] ἀπεστάλη RP
- Footnote νῦν WH Treg NA28 ] – RP
- Footnote ἡμῶν WH Treg ] αὐτῶν ἡμῖν NA28 RP
- Footnote ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NA28 ] ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP; πρώτῳ ψαλμῷ γέγραπται Treg
- Footnote διότι WH Treg NA28 ] Διὸ RP
- Footnote ἐν WH Treg NA28 ] + τῷ RP
- Footnote ἐπέλθῃ WH Treg NA28 ] + ἐφʼ ὑμᾶς RP
- Footnote ἐργάζομαι ἐγὼ WH Treg NA28 ] ἐγὼ ἐργάζομαι RP
- Footnote ἔργον WH Treg NA28 ] – RP
- Footnote αὐτῶν WH Treg NA28 ] αὐτῶν ἐκ τῆς συναγωγῆς NIV; ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων RP
- Footnote παρεκάλουν WH Treg NA28 ] + τὰ ἔθνη RP
- Footnote ταῦτα WH Treg NA28 ] – RP
- Footnote αὐτοῖς WH Treg NA28 ] – RP
- Footnote προσμένειν WH Treg NA28 ] ἐπιμένειν RP
- Footnote δὲ WH Treg NA28 ] τε RP
- Footnote κυρίου Treg NA28 ] θεοῦ WH RP
- Footnote ὑπὸ WH Treg NA28 ] + τοῦ RP
- Footnote λαλουμένοις WH Treg NA28 ] λεγομένοις RP
- Footnote βλασφημοῦντες WH Treg NA28 ] ἀντιλέγοντες καὶ βλασφημοῦντες RP
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote ἐπειδὴ WH Treg NA28 ] + δὲ RP
- Footnote ἔχαιρον WH Treg NA28 ] ἔχαιρεν RP
- Footnote κυρίου Treg NA28 RP ] θεοῦ WH
- Footnote γυναῖκας WH Treg NA28 ] + καὶ RP
- Footnote καὶ WH Treg NA28 ] + τὸν RP
- Footnote ποδῶν WH Treg NA28 ] + αὐτῶν RP
- Footnote τε WH Treg NA28 ] δὲ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.