Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9

God's Choice of Israel

Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, 1συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. 2Εὐχόμην γὰρ 3αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· οἵτινές εἰσιν 4Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα· ἀλλ᾽ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν— μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ 5κακόν, ἵνα ἡ κατ᾽ ἐκλογὴν 6πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾽ ἐκ τοῦ καλοῦντος, 7ἐρρήθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 8Καθὼς γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ 9ἐμίσησα.

Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Τῷ 10γὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ 11οἰκτειρήσω ὃν ἂν 12οἰκτείρω. Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ 13ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.

God's Wrath and Mercy

Ἐρεῖς 14οὖν μοι, 15Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; 16Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· 17καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει,

Καλέσω τὸν οὐ λαόν μου λαόν μου·

καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.

Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ 18ἐρρήθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς,

ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.

Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ,

Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης,

τὸ 19κατάλειμμα σωθήσεται·

λόγον γὰρ συντελῶν καὶ συντέμνων 20ἐν δικαιοσύνῃ·

ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.

Καὶ καθὼς προείρηκεν Ἠσαΐας,

Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,

ὡς Σόδομα ἂν ἐγενήθημεν,

καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

Israel's Unbelief

Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον 21δικαιοσύνης οὐκ ἔφθασε. Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ὡς ἐξ ἔργων 22νόμου· προσέκοψαν 23γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται,

Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου·

καὶ 24πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.

Source notes (24)
  1. Footnote συμμαρτυρουσης ¦ συνμαρτυρουσης TH WH
  2. Footnote ευχομην ¦ ηυχομην ANT CT TR
  3. Footnote αυτος εγω αναθεμα ειναι ¦ αναθεμα ειναι αυτος εγω CT
  4. Footnote ισραηλιται ¦ ισραηλειται TH WH
  5. Footnote κακον ¦ φαυλον CT
  6. Footnote προθεσις του θεου ¦ του θεου προθεσις ANT TR
  7. Footnote ερρηθη 𝔐18 ¦ ερρεθη 𝔐11 ANT CT HF PCK
  8. Footnote καθως ¦ καθαπερ WH
  9. Footnote εμισησα ¦ εμεισησα TH
  10. Footnote γαρ μωυση 𝔐pt ¦ γαρ μωυση 𝔐pt ¦ γαρ μωση TR ¦ μωυσει γαρ CT
  11. Footnote οικτειρησω ¦ οικτιρησω NA SBL
  12. Footnote οικτειρω ¦ οικτιρω NA SBL
  13. Footnote ελεουντος ¦ ελεωντος CT
  14. Footnote ουν μοι ¦ μοι ουν CT
  15. Footnote τι ¦ τι ουν NA SBL
  16. Footnote μενουνγε ω ανθρωπε ¦ ω ανθρωπε μενουνγε CT
  17. Footnote και ¦ --- WH
  18. Footnote ερρηθη 𝔐17 ¦ ερρεθη 𝔐11 ANT CT HF PCK
  19. Footnote καταλειμμα 87.9% ¦ υπολειμμα (υπολιμμα WH) NA SBL TH 1%
  20. Footnote εν δικαιοσυνη οτι λογον συντετμημενον 94.5% ¦ --- CT 2.8%
  21. Footnote δικαιοσυνης ¦ --- CT
  22. Footnote νομου ¦ --- CT
  23. Footnote γαρ ¦ --- CT
  24. Footnote πας ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.