Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8

Life in the Spirit

Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, 1μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ 2με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν, τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται.

Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, 3ἀλλ᾽ ἐν πνεύματι, εἴπερ πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν 4 δι᾽ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος 5Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας 6τὸν Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ 7τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.

Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῇν· εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοί 8εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, 9ἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ πατήρ. Αὐτὸ τὸ πνεῦμα 10συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, 11συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ 12συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.

Future Glory

Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, 13ἐπ᾽ ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις 14συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, 15καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει 16τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα.

Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται 17ταῖς ἀσθενείαις ἡμῶν· τὸ γὰρ τί 18προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, 19ἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει 20ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· ὁ δὲ 21ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα 22συνεργεῖ εἰς 23ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.

God's Love in Christ Jesus

Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, 24ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ 25κατακρίνων; 26Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ 27καὶ ἐγερθείς, ὃς 28καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι 29

Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν·

ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε 30δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Source notes (30)
  1. Footnote μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα 91.9% ¦ --- CT 2.5%
  2. Footnote με ¦ σε NA SBL WH
  3. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  4. Footnote δι 𝔐21 ¦ δια 𝔐9 CT HF RP
  5. Footnote ιησουν ¦ τον ιησουν CT
  6. Footnote τον χριστον εκ νεκρων 85.3% ¦ χριστον εκ νεκρων NA TH 2.3% ¦ εκ νεκρων χριστον ιησουν SBL WH 2%
  7. Footnote το ενοικουν αυτου πνευμα 77% ¦ του ενοικουντος αυτου πνευματος NA SCR WH 16.4%
  8. Footnote εισιν υιοι θεου ¦ υιοι θεου εισιν NA TH WH ¦ υιοι εισι θεου SBL
  9. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  10. Footnote συμμαρτυρει ¦ συνμαρτυρει TH WH
  11. Footnote συγκληρονομοι ¦ συνκληρονομοι TH WH
  12. Footnote συμπασχομεν ¦ συνπασχομεν TH WH
  13. Footnote επ ¦ εφ CT
  14. Footnote συστεναζει ¦ συνστεναζει WH
  15. Footnote και ημεις 89.2% ¦ ημεις και CT 2.8%
  16. Footnote τις τί καὶ ¦ τίς τί καὶ TH ¦ τίς NA SBL WH
  17. Footnote ταις ασθενειαις 91.3% ¦ τη ασθενεια CT 4.9%
  18. Footnote προσευξομεθα ¦ προσευξωμεθα CT TR
  19. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  20. Footnote υπερ ημων ¦ --- CT
  21. Footnote ερευνων ¦ εραυνων CT
  22. Footnote συνεργει ¦ συνεργει ο θεος WH
  23. Footnote αγαθον 𝔐pt ¦ το αγαθον 𝔐pt
  24. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  25. Footnote κατακρίνων ¦ κατακρινῶν NA SBL WH
  26. Footnote χριστος ¦ χριστος ιησους NA WH
  27. Footnote και εγερθεις 83.8% ¦ εγερθεις NA SBL TH 9.5% ¦ εγερθεις εκ νεκρων WH 2.8%
  28. Footnote και ¦ --- WH
  29. Footnote ενεκα 𝔐19 ¦ ενεκεν 𝔐11 CT HF RP
  30. Footnote δυναμεις ουτε ενεστωτα ουτε μελλοντα ¦ ενεστωτα ουτε μελλοντα ουτε δυναμεις CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.