Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10

Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις 1ἡ πρὸς τὸν Θεὸν ὑπὲρ 2τοῦ Ἰσραήλ 3ἐστιν εἰς σωτηρίαν. Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν 4δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Salvation for All Who Believe

5

Μωϋσῆς γὰρ γράφει 6τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας 7αὐτὰ ἄνθρωπος ζήσεται ἐν 8αὐτοῖς. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν— ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὁμολογήσῃς 9ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Πῶς οὖν 10ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ 11πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ 12ἀκούσουσι χωρὶς κηρύσσοντος; Πῶς δὲ 13κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; 14Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες 15τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων 16τὰ ἀγαθά. Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος 17Θεοῦ.

Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,

καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀλλὰ λέγω, μὴ 18οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος 19Μωϋσῆς λέγει,

Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, 20

ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.

Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,

Εὑρέθην 21τοῖς ἐμὲ μὴ ζητοῦσιν,

ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.

Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Source notes (21)
  1. Footnote η ¦ --- CT
  2. Footnote του ισραηλ ¦ αυτων CT
  3. Footnote εστιν ¦ --- CT
  4. Footnote δικαιοσυνην 92.5% ¦ --- SBL WH 3.7%
  5. Footnote μωυσης ¦ μωσης PCK TR
  6. Footnote την δικαιοσυνην την εκ του νομου οτι ¦ οτι την δικαιοσυνην την εκ του νομου SBL ¦ την δικαιοσυνην την εκ νομου οτι TH ¦ οτι την δικαιοσυνην την εκ νομου WH
  7. Footnote αυτα ¦ --- SBL WH
  8. Footnote αυτοις ¦ αυτη SBL TH WH
  9. Footnote εν τω στοματι σου κυριον ιησουν ¦ το ρημα εν τω στοματι σου οτι κυριος ιησους WH
  10. Footnote επικαλεσονται ¦ επικαλεσωνται CT
  11. Footnote πιστευσουσιν ¦ πιστευσωσιν CT
  12. Footnote ακουσουσι ¦ ακουσωσι CT
  13. Footnote κηρυξουσιν ¦ κηρυξωσιν CT
  14. Footnote καθως ¦ καθαπερ WH
  15. Footnote των ευαγγελιζομενων ειρηνην 89.3% ¦ --- CT 10.4%
  16. Footnote τα ¦ --- WH
  17. Footnote θεου ¦ χριστου CT
  18. Footnote ουκ εγνω ισραηλ ¦ ισραηλ ουκ εγνω CT
  19. Footnote μωυσης ¦ μωσης PCK TR
  20. Footnote επι ¦ επ CT
  21. Footnote τοις ¦ εν τοις NA SBL

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.