Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1

Greeting

Παῦλος δέσμιος 1Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ 2ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ 3συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Philemon's Love and Faith

Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν ἣν ἔχεις 4πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν 5ἡμῖν εἰς Χριστὸν 6Ἰησοῦν. 7Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Paul's Appeal for Onesimus

Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος 8Ἰησοῦ Χριστοῦ. Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς 9μου, Ὀνήσιμον, τόν ποτέ σοι ἄχρηστον, νυνὶ 10δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 11σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστι τὰ ἐμὰ σπλάγχνα, 12προσλαβοῦ· ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ 13διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· οὐκέτι ὡς δοῦλον, 14ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.

Εἰ οὖν 15με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ 16ἐλλόγει· ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν 17Κυρίῳ.

Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ 18ὃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.

Final Greetings

19

Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.

Ἡ χάρις τοῦ Κυρίου 20ἡμῶν Ἰησοῦ 21Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. 22

Ἀμήν.23

Source notes (23)
  1. Footnote χριστου ιησου 𝔐196 [45.2%] ¦ ιησου χριστου 𝔐142 PCK [54.5%]
  2. Footnote αγαπητη 93.4% ¦ αδελφη CT 5.4%
  3. Footnote συστρατιωτη [90.8%] ¦ συνστρατιωτη TH WH [4%]
  4. Footnote προς [97.3%] ¦ εις WH [1.6%]
  5. Footnote ημιν [64.4%] ¦ υμιν PCK TR [34.7%]
  6. Footnote ιησουν [96.6%] ¦ --- CT [2.1%]
  7. Footnote χαριν γαρ εχομεν πολλην 65.1% ¦ χαριν εχομεν πολλην MSS 11.1% ¦ χαραν γαρ εχομεν πολλην SCR 4.8% ¦ χαραν γαρ πολλην εσχον CT 4.1%
  8. Footnote ιησου χριστου [91.9%] ¦ χριστου ιησου CT [6.1%]
  9. Footnote μου [97.3%] ¦ --- CT [2.5%]
  10. Footnote δε [91.4%] ¦ δε και NA [7.5%]
  11. Footnote συ δε [93.1%] ¦ σοι CT [0.7%]
  12. Footnote προσλαβου 91.6% ¦ --- CT 0.9%
  13. Footnote διακονη μοι [80%] ¦ μοι διακονη CT [12.7%]
  14. Footnote αλλ [96.1%] ¦ αλλα SBL WH [2.8%]
  15. Footnote με [80.4%] ¦ εμε TR [16.1%]
  16. Footnote ελλογει [92.2%] ¦ ελλογα CT [2.1%]
  17. Footnote κυριω 74.4% ¦ χριστω CT 20.3%
  18. Footnote ο [93.9%] ¦ α CT [4%]
  19. Footnote ασπαζονται [72.8%] ¦ ασπαζεται ANT CT [25.5%]
  20. Footnote ημων [89.4%] ¦ --- NA SBL WH [6.7%]
  21. Footnote χριστου [80%] ¦ --- PCK [15.9%]
  22. Footnote αμην [91.2%] ¦ --- NA SBL WH [2.3%]
  23. Footnote The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Φιλήμονα ἐγράφη ἀπὸ Ῥώμης διὰ Ὀνησίμου οἰκέτου.

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.