The Text-Critical Greek New Testament
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1
God Has Spoken Through His Son
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ 1ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ 2τοὺς αἰῶνας ἐποίησεν, ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως 3αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν 4ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
The Son Is Superior to Angels
Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,
Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε;
Καὶ πάλιν,
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
πρὸς δὲ τὸν υἱόν,
Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ 5αἰῶνος· 6
ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας 7σου.
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·
διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Καί,
Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις 8αὐτούς,
καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ,
καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Source notes (8)
- Footnote εσχατου ¦ εσχατων TR
- Footnote τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας CT
- Footnote αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ NA TH WH 5.1% ¦ δι᾽ αὑτοῦ SBL 0.3%
- Footnote ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος CT
- Footnote αιωνος ¦ αιωνος και CT
- Footnote ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος CT 1.4%
- Footnote σου ¦ αυτου WH
- Footnote αυτους 98.8% ¦ αυτους ως ιματιον NA SBL WH 1.2%
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.