Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26

The Plot to Kill Jesus

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς 1πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.

Τότε συνήχθησαν οἱ ἀρχιερεῖς 2καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν 3δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.

Jesus Anointed at Bethany

Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ 4ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ 5τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ 6αὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη; 7Ἠδύνατο γὰρ τοῦτο 8τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι 9τοῖς πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν 10εἰργάσατο εἰς ἐμέ. 11Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.

Judas Agrees to Betray Jesus

Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπε, Τί θέλετέ μοι δοῦναι, 12κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια, καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

The Passover with the Disciples

Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες 13αὐτῷ, Ποῦ θέλεις 14ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου. Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.

Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν 15δώδεκα. Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ 16ἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι, Κύριε; Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ 17ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε, Μήτι ἐγώ εἰμι, 18ῥαββί; Λέγει αὐτῷ, Σὺ εἶπας.

The Institution of the Lord's Supper

Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς 19τὸν ἄρτον, καὶ 20εὐχαριστήσας ἔκλασε καὶ 21ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν 22τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων, Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου, 23τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν 24ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Λέγω δὲ ὑμῖν 25ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ 26γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Jesus Predicts Peter's Denial

Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ 27διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ 28πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ 29δὲ οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε 30ἀπαρνήσωμαι. Ὁμοίως 31δὲ καὶ πάντες οἱ μαθηταὶ 32εἶπον.

Jesus Prays in the Garden of Gethsemane

Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον 33Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν 34προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Τότε λέγει αὐτοῖς 35ὁ Ἰησοῦς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. Καὶ 36προσελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστι, 37παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο 38τὸ ποτήριον παρελθεῖν 39ἀπ᾽ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. Καὶ ἐλθὼν 40εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. Καὶ ἀφεὶς αὐτοὺς 41ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον 42εἰπών. Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς 43αὐτοῦ, καὶ λέγει αὐτοῖς, Καθεύδετε 44τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, 45ἤγγικεν ὁ παραδιδούς με.

Jesus Arrested

Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃν 46ἐὰν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε, Χαῖρε, 47ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ᾽ 48ᾧ πάρει; Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψόν 49σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν 50μαχαίρᾳ 51ἀποθανοῦνται. Ἢ δοκεῖς ὅτι οὐ δύναμαι 52ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι 53πλείους ἢ δώδεκα 54λεγεῶνας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;

Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν 55ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέραν 56πρὸς ὑμᾶς 57ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

Jesus Faces the Sanhedrin

Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. Οἱ δὲ ἀρχιερεῖς 58καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως 59θανατώσωσιν αὐτόν, καὶ οὐχ εὗρον. 60Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο 61ψευδομάρτυρες 62εἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι 63αὐτόν. Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ 64ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ ἀρχιερεὺς 65διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων 66ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν 67αὐτοῦ. Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες 68εἶπον, Ἔνοχος θανάτου ἐστί. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ 69ἐρράπισαν, λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;

Peter Denies Jesus

Ὁ δὲ Πέτρος 70ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν 71αὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ 72αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει 73αὐτοῖς ἐκεῖ, 74Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο 75μεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο 76καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ 77εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος 78τοῦ Ἰησοῦ εἰρηκότος 79αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.

Source notes (79)
  1. Footnote παντας ¦ --- PCK
  2. Footnote και οι γραμματεις ¦ --- CT
  3. Footnote δολω κρατησωσι ¦ κρατησωσι δολω TR
  4. Footnote αλαβαστρον μυρου εχουσα ¦ εχουσα αλαβαστρον μυρου CT
  5. Footnote την κεφαλην ¦ της κεφαλης CT
  6. Footnote αυτου ¦ --- CT
  7. Footnote ηδυνατο ¦ εδυνατο CT
  8. Footnote το μυρον ¦ --- CT
  9. Footnote τοις 𝔐31 ¦ --- 𝔐15 CT HF RP TR
  10. Footnote ειργασατο ¦ ηργασατο CT
  11. Footnote τους πτωχους γαρ παντοτε 𝔐26 ¦ παντοτε γαρ τους πτωχους 𝔐20 CT PCK RP TR
  12. Footnote καγω 𝔐14 ¦ και εγω 𝔐12 ANT PCK
  13. Footnote αυτω ¦ --- CT
  14. Footnote ετοιμασωμεν 𝔐30 ¦ ετοιμασομεν 𝔐16 HF PCK RP
  15. Footnote δωδεκα ¦ δωδεκα μαθητων SBL WH
  16. Footnote εκαστος αυτων ¦ εις εκαστος CT
  17. Footnote εν τω τρυβλιω την χειρα ¦ την χειρα εν τω τρυβλιω CT
  18. Footnote ραββι ¦ ραββει TH WH
  19. Footnote τον ¦ --- CT
  20. Footnote ευχαριστησας ¦ ευλογησας CT PCK TR
  21. Footnote εδιδου τοις μαθηταις και ¦ δους τοις μαθηταις CT
  22. Footnote το ¦ --- CT
  23. Footnote το της καινης ¦ της CT
  24. Footnote εκχυνομενον ¦ εκχυννομενον CT
  25. Footnote οτι ¦ --- CT
  26. Footnote γεννηματος ¦ γενηματος ANT CT PCK
  27. Footnote διασκορπισθησεται ¦ διασκορπισθησονται ANT CT
  28. Footnote παντες ¦ και παντες PCK TR
  29. Footnote δε 𝔐17 ¦ --- 𝔐9 CT PCK TR
  30. Footnote απαρνησωμαι KX(85) ¦ απαρνησομαι KX(88) ANT CT TR
  31. Footnote δε ¦ --- CT TR
  32. Footnote ειπον ¦ ειπαν NA SBL WH
  33. Footnote γεθσημανη ¦ γεθσημανι NA SBL ¦ γεθσημανει TH WH
  34. Footnote προσευξωμαι εκει ¦ εκει προσευξωμαι CT
  35. Footnote ο ιησους ¦ --- CT TR
  36. Footnote προσελθων ¦ προελθων ANT NA PCK SBL TR WH
  37. Footnote παρελθετω ¦ παρελθατω CT
  38. Footnote το ποτηριον ¦ --- CT
  39. Footnote απ εμου ¦ --- CT
  40. Footnote ευρισκει αυτους παλιν 𝔐17 ¦ ευρεν αυτους παλιν 𝔐8 PCK ¦ παλιν ευρεν αυτους CT
  41. Footnote απελθων παλιν ¦ παλιν απελθων CT
  42. Footnote ειπων ¦ ειπων παλιν NA SBL WH
  43. Footnote αυτου ¦ --- CT
  44. Footnote το ¦ --- WH
  45. Footnote ηγγικεν ¦ --- PCK
  46. Footnote εαν 𝔐36 ¦ αν 𝔐10 ANT CT HF RP TR
  47. Footnote ραββι ¦ ραββει TH WH
  48. Footnote ω 𝔐22 ¦ ο 𝔐24 CT
  49. Footnote σου την μαχαιραν ¦ την μαχαιραν σου CT
  50. Footnote μαχαιρα ¦ μαχαιρη CT
  51. Footnote αποθανουνται ¦ απολουνται CT TR
  52. Footnote αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι ¦ παρακαλεσαι τον πατερα μου και παραστησει μοι αρτι CT
  53. Footnote πλειους η ¦ πλειω NA SBL WH ¦ πλειους TH
  54. Footnote λεγεωνας ¦ λεγιωνας CT
  55. Footnote εξηλθετε ¦ εξηλθατε CT
  56. Footnote προς υμας ¦ --- CT
  57. Footnote εκαθεζομην διδασκων εν τω ιερω ¦ εκαθεζομην εν τω ιερω διδασκων PCK ¦ εν τω ιερω εκαθεζομην διδασκων CT
  58. Footnote και οι πρεσβυτεροι ¦ --- CT
  59. Footnote θανατωσωσιν αυτον ¦ αυτον θανατωσωσι CT TR
  60. Footnote και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον ¦ πολλων προσελθοντων ψευδομαρτυρων CT
  61. Footnote ψευδομαρτυρες ¦ --- CT
  62. Footnote ειπον ¦ ειπαν NA SBL WH
  63. Footnote αυτον ¦ --- CT
  64. Footnote αποκριθεις ¦ --- CT
  65. Footnote διερρηξε ¦ διερηξε WH
  66. Footnote οτι ¦ --- CT
  67. Footnote αυτου ¦ --- CT
  68. Footnote ειπον ¦ ειπαν NA SBL WH
  69. Footnote ερραπισαν ¦ εραπισαν CT
  70. Footnote εξω εκαθητο ¦ εκαθητο εξω CT
  71. Footnote αυτων ¦ --- CT TR
  72. Footnote αυτον ¦ --- CT
  73. Footnote αυτοις ¦ τοις CT TR
  74. Footnote και ¦ --- CT
  75. Footnote μεθ ¦ μετα CT
  76. Footnote καταθεματιζειν ¦ καταναθεματιζειν TR
  77. Footnote ευθεως ¦ ευθυς TH WH
  78. Footnote του 𝔐11 ¦ --- 𝔐13 ANT CT PCK
  79. Footnote αυτω ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.