Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27

Jesus Handed Over to Pontius Pilate

Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι 1τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν 2αὐτὸν 3Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.

Judas Hangs Himself

Τότε ἰδὼν Ἰούδας ὁ 4παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς 5ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ 6τοῖς πρεσβυτέροις, λέγων, Ἥμαρτον παραδοὺς αἷμα 7ἀθῷον. Οἱ δὲ 8εἶπον, Τί πρὸς ἡμᾶς; Σὺ 9ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια 10ἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο. Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια 11εἶπον, Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως, εἰς ταφὴν τοῖς ξένοις. Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος, ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου, λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.

Jesus Faces Pilate

Ὁ δὲ Ἰησοῦς 12ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμών, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη 13αὐτῷ, Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ 14τῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. Τότε λέγει αὐτῷ ὁ 15Πιλάτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.

The Crowd Calls For Jesus' Crucifixion

Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον 16Βαραββᾶν. Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ 17Πιλάτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν; 18Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, λέγουσα, Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν. Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ 19εἶπον, 20Βαραββᾶν. Λέγει αὐτοῖς ὁ 21Πιλάτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Λέγουσιν 22αὐτῷ πάντες, Σταυρωθήτω. Ὁ δὲ 23ἡγεμὼν ἔφη, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες, Σταυρωθήτω.

Ἰδὼν δὲ ὁ 24Πιλάτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας 25ἀπέναντι τοῦ ὄχλου, λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος 26τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.

The Soldiers Mock Jesus

Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτόν, 27περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην. Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ 28τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον 29ἐπὶ τὴν δεξιὰν αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ 30ἐνέπαιζον αὐτῷ, λέγοντες, Χαῖρε, 31ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐμπτύσαντες εἰς αὐτόν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

The Crucifixion

Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, 32ὅ ἐστι 33λεγόμενος Κρανίου Τόπος, ἔδωκαν αὐτῷ πιεῖν 34ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ 35ἤθελε πιεῖν.

Σταυρώσαντες δὲ αὐτόν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, 36βάλλοντες 37κλῆρον. Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην, Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, 38κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, 39κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως 40δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων 41καὶ Φαρισαίων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 42Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ 43πιστεύσομεν 44ἐπ᾽ αὐτῷ. Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν 45αὐτόν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. Τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ 46συσταυρωθέντες 47αὐτῷ ὠνείδιζον 48αὐτόν.

The Death of Jesus

Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας 49ἐνάτης. Περὶ δὲ τὴν 50ἐνάτην ὥραν 51ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, 52Ἠλί, Ἠλί, 53λιμὰ 54σαβαχθανί; Τοῦτ᾽ ἔστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ 55ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι 56Ἠλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ 57ἔλεγον, Ἄφες, ἴδωμεν εἰ ἔρχεται 58Ἠλίας σώσων 59αὐτόν. Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη 60εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν· καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων 61ἠγέρθη· καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ 62γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.

Ἦσαν δὲ ἐκεῖ 63γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ 64Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

The Burial of Jesus

Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς 65ἐμαθήτευσε τῷ Ἰησοῦ· οὗτος προσελθὼν τῷ 66Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ 67Πιλάτος ἐκέλευσεν ἀποδοθῆναι 68τὸ σῶμα. Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ 69σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν. Ἦν δὲ ἐκεῖ 70Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.

The Guard at the Tomb

Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς 71Πιλάτον, λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας· μήποτε ἐλθόντες οἱ μαθηταὶ 72αὐτοῦ 73νυκτὸς κλέψωσιν αὐτόν, καὶ εἴπωσι τῷ 74λαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη 75δὲ αὐτοῖς ὁ 76Πιλάτος, Ἔχετε κουστωδίαν· ὑπάγετε, ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον, μετὰ τῆς κουστωδίας.

Source notes (76)
  1. Footnote του λαου ¦ --- PCK
  2. Footnote αυτον ¦ --- CT
  3. Footnote ποντιω πιλατω ¦ πιλατω NA SBL ¦ πειλατω TH WH
  4. Footnote παραδιδους ¦ παραδους TH WH
  5. Footnote απεστρεψε ¦ εστρεψε CT
  6. Footnote τοις ¦ --- CT
  7. Footnote αθωον ¦ δικαιον WH
  8. Footnote ειπον ¦ ειπαν NA SBL WH
  9. Footnote οψει ¦ οψη CT
  10. Footnote εν τω ναω 98.3% ¦ εις τον ναον CT 1.3%
  11. Footnote ειπον ¦ ειπαν NA SBL WH
  12. Footnote εστη ¦ εσταθη CT
  13. Footnote αυτω ¦ --- NA SBL WH
  14. Footnote των ¦ --- CT PCK
  15. Footnote πιλατος ¦ πειλατος TH WH
  16. Footnote βαραββαν ¦ ιησουν βαραββαν NA SBL
  17. Footnote πιλατος ¦ πειλατος TH WH
  18. Footnote βαραββαν ¦ ιησουν τον βαραββαν NA SBL ¦ τον βαραββαν WH
  19. Footnote ειπον ¦ ειπαν NA SBL WH
  20. Footnote βαραββαν ¦ τον βαραββαν CT
  21. Footnote πιλατος ¦ πειλατος TH WH
  22. Footnote αυτω ¦ --- CT
  23. Footnote ηγεμων ¦ --- CT
  24. Footnote πιλατος ¦ πειλατος TH WH
  25. Footnote απεναντι ¦ κατεναντι WH
  26. Footnote του δικαιου ¦ --- NA SBL WH
  27. Footnote περιεθηκαν αυτω χλαμυδα κοκκινην ¦ χλαμυδα κοκκινην περιεθηκαν αυτω CT
  28. Footnote την κεφαλην ¦ της κεφαλης CT
  29. Footnote επι την δεξιαν ¦ εν τη δεξια CT
  30. Footnote ενεπαιζον ¦ ενεπαιξαν CT
  31. Footnote ο βασιλευς ¦ βασιλευ CT
  32. Footnote ο ¦ ος TR
  33. Footnote λεγομενος κρανιου τοπος ¦ λεγομενον κρανιου τοπος PCK ¦ κρανιου τοπος λεγομενος CT
  34. Footnote οξος ¦ οινον CT
  35. Footnote ηθελε ¦ ηθελησε CT
  36. Footnote βαλλοντες ¦ βαλοντες ANT PCK
  37. Footnote κληρον ¦ κληρον ινα πληρωθη το ρηθεν υπο του προφητου διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον TR
  38. Footnote κινουντες ¦ κεινουντες TH
  39. Footnote καταβηθι ¦ και καταβηθι NA
  40. Footnote δε και ¦ και NA SBL WH ¦ --- TH
  41. Footnote και φαρισαιων ¦ --- CT TR
  42. Footnote ει ¦ --- CT
  43. Footnote πιστευσομεν ¦ πιστευσωμεν ANT
  44. Footnote επ αυτω ¦ αυτω TR ¦ επ αυτον CT
  45. Footnote αυτον ¦ --- CT
  46. Footnote συσταυρωθεντες ¦ συνσταυρωθεντες TH WH
  47. Footnote αυτω ¦ συν αυτω CT
  48. Footnote αυτον ¦ αυτω TR
  49. Footnote ενατης ¦ εννατης TR
  50. Footnote ενατην ¦ εννατην TR
  51. Footnote ανεβοησεν ¦ εβοησεν WH
  52. Footnote ηλι ηλι ¦ ηλει ηλει TH ¦ ελωι ελωι WH
  53. Footnote λιμα ¦ λαμα TR ¦ λεμα CT
  54. Footnote σαβαχθανι ¦ σαβαχθανει TH WH
  55. Footnote εστωτων ¦ εστηκοτων CT
  56. Footnote ηλιαν ¦ ηλειαν WH
  57. Footnote ελεγον ¦ ειπαν WH
  58. Footnote ηλιας ¦ ηλειας WH
  59. Footnote αυτον 96.7% ¦ αυτον αλλος δε λαβων λογχην ενυξεν αυτου την πλευραν και εξηλθεν υδωρ και αιμα WH 1.1%
  60. Footnote εις δυο απο ανωθεν εως κατω ¦ απ ανωθεν εως κατω εις δυο NA SBL WH ¦ εις δυο απ ανωθεν εως κατω TH
  61. Footnote ηγερθη ¦ ηγερθησαν CT
  62. Footnote γενομενα ¦ γινομενα WH
  63. Footnote γυναικες ¦ και γυναικες ANT PCK
  64. Footnote ιωση ¦ ιωσηφ NA SBL WH
  65. Footnote εμαθητευσε ¦ εμαθητευθη NA SBL WH
  66. Footnote πιλατω ¦ πειλατω TH WH
  67. Footnote πιλατος ¦ πειλατος TH WH
  68. Footnote το σωμα ¦ --- CT
  69. Footnote σινδονι ¦ εν σινδονι NA WH
  70. Footnote μαρια ¦ μαριαμ CT
  71. Footnote πιλατον ¦ πειλατον TH WH
  72. Footnote αυτου ¦ --- WH
  73. Footnote νυκτος 𝔐16 ¦ --- 𝔐9 CT
  74. Footnote λαω ¦ λαω οτι PCK
  75. Footnote δε KX(95) ¦ --- KX(77) ANT CT
  76. Footnote πιλατος ¦ πειλατος TH WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.