Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25

The Parable of the Ten Virgins

Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας 1αὐτῶν ἐξῆλθον εἰς 2ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ 3ἦσαν ἐξ αὐτῶν 4φρόνιμοι, καὶ αἱ πέντε μωραί. 5Αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας 6αὐτῶν, οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις 7αὐτῶν μετὰ τῶν λαμπάδων 8αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδού, ὁ νυμφίος 9ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν 10αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας 11αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις 12εἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, Μήποτε 13οὐκ 14ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε 15δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, 16ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

The Parable of the Talents

Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως. Πορευθεὶς 17δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν 18εἰργάσατο ἐν αὐτοῖς, καὶ 19ἐποίησεν ἄλλα πέντε 20τάλαντα. Ὡσαύτως 21καὶ ὁ τὰ δύο ἐκέρδησε 22καὶ αὐτὸς ἄλλα δύο. Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν 23ἐν τῇ γῇ, καὶ 24ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.

Μετὰ δὲ 25χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει 26μετ᾽ αὐτῶν λόγον. Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα 27ἐπ᾽ αὐτοῖς. Ἔφη 28δὲ αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν 29δὲ καὶ ὁ τὰ δύο τάλαντα 30λαβὼν εἶπε, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα 31ἐπ᾽ αὐτοῖς. Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν. Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα· ἔδει 32οὖν σε βαλεῖν 33τὸ ἀργύριόν μου τοῖς 34τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· 35ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ 36ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Καὶ τὸν ἀχρεῖον δοῦλον 37ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

The Final Judgment

Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ 38ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ 39συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ 40ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ 41ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες, Κύριε, πότε σὲ 42εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; Ἢ διψῶντα, καὶ ἐποτίσαμεν; Πότε δέ σε 43εἴδομεν ξένον, καὶ συνηγάγομεν; Ἢ γυμνόν, καὶ περιεβάλομεν; Πότε δέ σε εἴδομεν 44ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, 45οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· 46ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε 47ἀποκριθήσονται καὶ αὐτοί, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Source notes (47)
  1. Footnote αυτων ¦ εαυτων CT
  2. Footnote απαντησιν ¦ υπαντησιν CT
  3. Footnote ησαν εξ αυτων ¦ εξ αυτων ησαν CT
  4. Footnote φρονιμοι και αι πεντε μωραι ¦ μωραι και πεντε φρονιμοι CT
  5. Footnote αιτινες ¦ αι γαρ CT
  6. Footnote αυτων ¦ εαυτων ANT TR
  7. Footnote αυτων ¦ --- CT
  8. Footnote αυτων ¦ εαυτων NA SBL WH
  9. Footnote ερχεται ¦ --- CT
  10. Footnote αυτου ¦ --- WH
  11. Footnote αυτων ¦ εαυτων CT
  12. Footnote ειπον ¦ ειπαν CT
  13. Footnote ουκ 𝔐11 ¦ ου μη 𝔐14 CT
  14. Footnote αρκεση ¦ αρκεσει ANT
  15. Footnote δε ¦ --- CT
  16. Footnote εν η ο υιος του ανθρωπου ερχεται 89.3% ¦ --- CT 10.4%
  17. Footnote δε ¦ --- CT
  18. Footnote ειργασατο ¦ ηργασατο CT
  19. Footnote εποιησεν ¦ εκερδησεν CT
  20. Footnote ταλαντα ¦ --- CT
  21. Footnote και ¦ --- NA SBL WH
  22. Footnote και αυτος ¦ --- CT
  23. Footnote εν τη γη ¦ γην CT
  24. Footnote απεκρυψε ¦ εκρυψε CT
  25. Footnote χρονον πολυν ¦ πολυν χρονον CT
  26. Footnote μετ αυτων λογον ¦ λογον μετ αυτων CT
  27. Footnote επ αυτοις ¦ --- CT
  28. Footnote δε ¦ --- ANT CT
  29. Footnote δε ¦ --- WH
  30. Footnote λαβων ¦ --- CT
  31. Footnote επ αυτοις ¦ --- CT
  32. Footnote ουν σε ¦ σε ουν CT
  33. Footnote το αργυριον ¦ τα αργυρια CT
  34. Footnote τραπεζιταις ¦ τραπεζειταις TH WH
  35. Footnote απο δε του ¦ του δε CT
  36. Footnote εχει ¦ δοκει εχειν PCK
  37. Footnote εκβαλετε ¦ εκβαλλετε TR
  38. Footnote αγιοι ¦ --- CT
  39. Footnote συναχθησεται 𝔐11 ¦ συναχθησονται 𝔐15 CT PCK
  40. Footnote αφοριει ¦ αφορισει NA SBL WH
  41. Footnote ηλθετε ¦ ηλθατε CT
  42. Footnote ειδομεν ¦ ειδαμεν WH
  43. Footnote ειδομεν ¦ ειδαμεν WH
  44. Footnote ασθενη ¦ ασθενουντα CT
  45. Footnote οι ¦ --- TH WH
  46. Footnote εδιψησα ¦ και εδιψησα WH
  47. Footnote αποκριθησονται ¦ αποκριθησονται αυτω ANT TR

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.