The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24
Jesus Predicts the Destruction of the Temple
Καὶ ἐξελθὼν ὁ Ἰησοῦς 1ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ 2προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ 3Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ βλέπετε 4πάντα ταῦτα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς 5οὐ καταλυθήσεται.
Signs of the End of the Age
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν, λέγοντες, 6Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ 7τῆς συντελείας τοῦ αἰῶνος; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσι. 8Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ 9πάντα γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶ τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λιμοὶ 10καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσουσιν ἀλλήλους. Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς. Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος.
The Great Tribulation
Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, 11ἑστὼς ἐν τόπῳ ἁγίῳ—ὁ ἀναγινώσκων νοείτω— τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν 12ἐπὶ τὰ ὄρη· ὁ ἐπὶ τοῦ δώματος μὴ 13καταβαινέτω ἆραι 14τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι 15τὰ ἱμάτια αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ 16σαββάτῳ. Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾽ οὐ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ Χριστός, ἢ ὧδε, μὴ πιστεύσητε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε 17πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. Ἰδού, προείρηκα ὑμῖν. Ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως 18ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου 19γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
The Coming of the Son of Man
Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν 20τῷ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος 21φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως 22ἄκρων αὐτῶν.
The Lesson of the Fig Tree
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλός, καὶ τὰ φύλλα ἐκφύῃ, 23γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε 24ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἀμὴν λέγω 25ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ 26παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
Be Ready
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ 27ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν 28οὐρανῶν, εἰ μὴ ὁ πατήρ 29μου μόνος. Ὥσπερ 30δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται 31καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 32Ὥσπερ γὰρ ἦσαν ἐν ταῖς 33ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ 34ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται 35καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Τότε 36δύο ἔσονται ἐν τῷ ἀγρῷ· 37ὁ εἷς παραλαμβάνεται, καὶ 38ὁ εἷς ἀφίεται. Δύο ἀλήθουσαι ἐν τῷ 39μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ 40ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασε 41διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι· ὅτι ᾗ 42ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος 43αὐτοῦ ἐπὶ τῆς 44θεραπείας αὐτοῦ, τοῦ 45διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει 46ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει 47ὁ κύριός μου 48ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς 49συνδούλους, 50ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Source notes (50)
- Footnote επορευετο απο του ιερου ¦ απο του ιερου επορευετο CT
- Footnote προσηλθον ¦ προσηλθον αυτω PCK
- Footnote ιησους ¦ αποκριθεις CT
- Footnote παντα ταυτα 𝔐14 ¦ ταυτα παντα 𝔐12 ANT CT
- Footnote ου ¦ ου μη TR
- Footnote ειπε ¦ ειπον SBL WH
- Footnote της ¦ --- CT
- Footnote μελλησετε ¦ μελησετε PCK
- Footnote παντα 92.3% ¦ --- CT 1%
- Footnote και λοιμοι ¦ --- CT
- Footnote εστως ¦ εστος CT ST
- Footnote επι ¦ εις NA TH WH
- Footnote καταβαινετω ¦ καταβατω CT
- Footnote τα ¦ τι TR
- Footnote τα ιματια 𝔐19 ¦ το ιματιον 𝔐7 CT PCK
- Footnote σαββατω ¦ εν σαββατω TR
- Footnote πλανησαι ¦ πλανασθαι WH
- Footnote εσται KX(104) ¦ εσται και KX(67) ANT PCK RP TR
- Footnote γαρ ¦ --- CT
- Footnote τω ¦ --- NA TH WH
- Footnote φωνης ¦ --- NA SBL WH
- Footnote ακρων ¦ των ακρων CT
- Footnote γινωσκετε ¦ γινωσκεται PCK
- Footnote ταυτα παντα KX(107) ¦ παντα ταυτα KX(62) NA SBL TR WH
- Footnote υμιν ¦ υμιν οτι CT
- Footnote παρελευσονται ¦ παρελευσεται CT
- Footnote ωρας ¦ της ωρας TR
- Footnote ουρανων 93.8% ¦ ουρανων ουδε ο υιος CT 6.1%
- Footnote μου ¦ --- CT
- Footnote δε ¦ γαρ CT
- Footnote και ¦ --- CT
- Footnote ωσπερ ¦ ως CT
- Footnote ημεραις ¦ ημεραις εκειναις NA WH
- Footnote εκγαμιζοντες ¦ γαμιζοντες CT
- Footnote και ¦ --- WH
- Footnote δυο εσονται ¦ εσονται δυο WH
- Footnote ο ¦ --- CT
- Footnote ο ¦ --- CT
- Footnote μυλωνι ¦ μυλω CT
- Footnote ωρα ¦ ημερα CT
- Footnote διορυγηναι ¦ διορυχθηναι NA SBL WH
- Footnote ωρα ου δοκειτε ¦ ου δοκειτε ωρα CT
- Footnote αυτου ¦ --- CT
- Footnote θεραπειας ¦ οικετειας CT
- Footnote διδοναι ¦ δουναι CT
- Footnote ποιουντα ουτως ¦ ουτω ποιουντα CT
- Footnote ο κυριος μου ¦ μου ο κυριος CT
- Footnote ελθειν ¦ --- CT
- Footnote συνδουλους ¦ συνδουλους αυτου ANT CT
- Footnote εσθιειν δε και πινειν 𝔐8 ¦ εσθιειν τε και πινειν 𝔐4 PCK ¦ εσθιη δε και πινη 𝔐9 ANT CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.