The Text-Critical Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 4
The Temptation of Jesus
Ἰησοῦς δὲ 1Πνεύματος Ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι 2εἰς τὴν ἔρημον, ἡμέρας 3τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν, 4ὕστερον ἐπείνασε. 5Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. Καὶ ἀπεκρίθη 6Ἰησοῦς πρὸς αὐτόν, 7λέγων, Γέγραπται ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται 8ἄνθρωπος, 9ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι Θεοῦ. Καὶ ἀναγαγὼν αὐτὸν 10ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου. Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν· ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ 11ἐὰν θέλω δίδωμι αὐτήν. Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον 12ἐμοῦ, ἔσται 13σοῦ 14πᾶσα. Καὶ ἀποκριθεὶς 15αὐτῷ εἶπεν ὁ Ἰησοῦς, 16Ὕπαγε ὀπίσω μου, Σατανᾶ· 17γέγραπται, 18
Προσκυνήσεις Κύριον τὸν Θεόν σου,
καὶ αὐτῷ μόνῳ λατρεύσεις. 19
Καὶ ἤγαγεν αὐτὸν εἰς 20Ἱερουσαλήμ, καὶ ἔστησεν 21αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰ 22υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ,
τοῦ διαφυλάξαι σε· 23
καί,
Ἐπὶ χειρῶν ἀροῦσί σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.
Jesus Begins His Ministry
Καὶ ὑπέστρεψεν 24Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
Jesus Rejected at Nazareth
Καὶ ἦλθεν εἰς 25τὴν 26Ναζαρέτ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθε, κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. Καὶ ἐπεδόθη αὐτῷ βιβλίον 27Ἠσαΐου τοῦ προφήτου. Καὶ 28ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον,
Πνεῦμα Κυρίου ἐπ᾽ ἐμέ,
εὐαγγελίσασθαι πτωχοῖς·
ἀπέσταλκέ με 31ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν·
κηρύξαι αἰχμαλώτοις ἄφεσιν,
καὶ τυφλοῖς ἀνάβλεψιν,
ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν.
Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων 32ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον, 33Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτούς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα 34ἐν τῇ 35Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις 36Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς 37ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο 38λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν· καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη 39Ἠλίας, εἰ μὴ εἰς 40Σάρεπτα τῆς 41Σιδῶνος πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν 42ἐπὶ Ἐλισσαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ· καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ 43Νεεμὰν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως 44ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις 45αὐτῶν ᾠκοδόμητο, 46εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
Jesus Casts Out an Unclean Spirit
Καὶ κατῆλθεν εἰς 47Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι. Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ, 48λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε 49ἐξ αὐτοῦ. Καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς 50μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους, λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται; Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
Jesus Heals Many
Ἀναστὰς δὲ 51ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· 52πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
Δύνοντος δὲ τοῦ ἡλίου, 53πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας 54ἐπιθεὶς 55ἐθεράπευσεν αὐτούς. Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, 56κράζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ 57ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.
Jesus Preaches in Galilee
Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι 58ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν. Ὁ δὲ εἶπε πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· ὅτι 59εἰς τοῦτο 60ἀπέσταλμαι. Καὶ ἦν κηρύσσων 61ἐν ταῖς συναγωγαῖς τῆς Γαλιλαίας.
Source notes (61)
- Footnote πνευματος αγιου πληρης 𝔐pt ¦ πληρης πνευματος αγιου 𝔐pt ANT CT PCK
- Footnote εις την ερημον ¦ εν τη ερημω CT
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
- Footnote υστερον ¦ --- CT
- Footnote και ειπεν ¦ ειπε δε CT
- Footnote ιησους προς αυτον ¦ ο ιησους προς αυτον ANT ¦ προς αυτον ο ιησους CT
- Footnote λεγων ¦ --- CT
- Footnote ανθρωπος 𝔐pt ¦ ο ανθρωπος 𝔐pt CT TR
- Footnote αλλ επι παντι ρηματι θεου 89.7% ¦ αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου ANT 7.2% ¦ --- CT 0.4%
- Footnote ο διαβολος εις ορος υψηλον ¦ --- CT
- Footnote εαν ¦ αν SBL TH WH
- Footnote εμου ¦ μου ANT TR
- Footnote σου ¦ σοι PCK
- Footnote πασα ¦ παντα TR
- Footnote αυτω ειπεν ο ιησους ¦ ο ιησους ειπεν αυτω NA SBL WH
- Footnote υπαγε οπισω μου σατανα ¦ --- CT
- Footnote γεγραπται ¦ γεγραπται γαρ ANT TR
- Footnote προσκυνησεις κυριον τον θεον σου ¦ κυριον τον θεον σου προσκυνησεις ANT CT
- Footnote και ηγαγεν ¦ ηγαγε δε CT
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ANT
- Footnote αυτον ¦ --- CT
- Footnote υιος ¦ ο υιος TR
- Footnote και ¦ και οτι ANT CT TR
- Footnote ιησους 𝔐25 ¦ ο ιησους 𝔐10 ANT CT HF PCK RP TR
- Footnote την ¦ --- CT
- Footnote ναζαρετ ¦ ναζαρεθ SCR ¦ ναζαρα CT
- Footnote ησαιου του προφητου ¦ του προφητου ησαιου CT
- Footnote αναπτυξας ¦ ανοιξας WH
- Footnote εινεκεν ¦ ενεκεν TR
- Footnote ευαγγελισασθαι ¦ ευαγγελιζεσθαι TR
- Footnote ιασασθαι τους συντετριμμενους την καρδιαν ¦ --- CT
- Footnote εν τη συναγωγη οι οφθαλμοι ¦ οι οφθαλμοι εν τη συναγωγη CT
- Footnote ουχ ουτος εστιν ο υιος ιωσηφ ¦ ουχι υιος εστιν ιωσηφ ουτος CT
- Footnote εν τη ¦ εις την CT
- Footnote καπερναουμ ¦ καφαρναουμ CT
- Footnote ηλιου ¦ ηλειου WH
- Footnote επι ¦ --- WH
- Footnote λιμος ¦ λειμος TH
- Footnote ηλιας ¦ ηλειας TH WH
- Footnote σαρεπτα ¦ σαραπτα ANT
- Footnote σιδωνος ¦ σιδωνιας ANT CT
- Footnote επι ελισσαιου του προφητου εν τω ισραηλ ¦ επι ελισαιου του προφητου εν τω ισραηλ ANT ¦ εν τω ισραηλ επι ελισαιου του προφητου CT
- Footnote νεεμαν ¦ ναιμαν CT
- Footnote οφρυος ¦ της οφρυος TR
- Footnote αυτων ωκοδομητο ¦ ωκοδομητο αυτων CT
- Footnote εις το ¦ ωστε CT
- Footnote καπερναουμ ¦ καφαρναουμ CT
- Footnote λεγων ¦ --- CT
- Footnote εξ ¦ απ CT
- Footnote μεσον ¦ το μεσον ANT CT TR
- Footnote εκ ¦ απο CT
- Footnote πενθερα ¦ η πενθερα TR
- Footnote παντες ¦ απαντες NA SBL WH
- Footnote επιθεις ¦ επιτιθεις ANT CT
- Footnote εθεραπευσεν ¦ εθεραπευεν CT
- Footnote κραζοντα KX(91) ¦ κραυγαζοντα KX(73) ANT NA SBL
- Footnote ο χριστος ¦ --- CT
- Footnote επεζητουν ¦ εζητουν PCK TR
- Footnote εις ¦ επι CT
- Footnote απεσταλμαι ¦ απεσταλην CT
- Footnote εν ταις συναγωγαις της γαλιλαιας 92.8% ¦ εις τας συναγωγας της ιουδαιας CT 0.8% ¦ εις τας συναγωγας της γαλιλαιας ANT 0.7%
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.