Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΛΟΥΚΑΝ 3

The Preaching of John the Baptist

Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου 1Πιλάτου τῆς Ἰουδαίας, καὶ 2τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ 3τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς 4Ἀβιληνῆς 5τετραρχοῦντος, 6ἐπὶ 7ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ 8Ἰωάννην τὸν 9Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν 10τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, 11λέγοντος,

Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,

Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·

εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

Πᾶσα φάραγξ πληρωθήσεται,

καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται·

καὶ ἔσται τὰ σκολιὰ εἰς 12εὐθεῖαν,

καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·

καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.

Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν 13ποιήσομεν; Ἀποκριθεὶς δὲ 14λέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. Ἦλθον δὲ καὶ τελῶναι 15βαπτισθῆναι, καὶ 16εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί 17ποιήσομεν; Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες, 18Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε 19πρὸς αὐτούς, Μηδένα 20διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ 21Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο 22ὁ Ἰωάννης, ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, 23καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο 24τὸν λαόν· ὁ δὲ Ἡρῴδης ὁ 25τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς 26τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, 27καὶ κατέκλεισε τὸν 28Ἰωάννην ἐν 29τῇ φυλακῇ.

The Baptism of Jesus

Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει 30ὡσεὶ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, 31λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ 32εὐδόκησα.

The Genealogy of Jesus

Καὶ αὐτὸς ἦν 33ὁ Ἰησοῦς 34ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν—35ὡς ἐνομίζετο—υἱὸς Ἰωσήφ, τοῦ 36Ἡλί, τοῦ 37Ματθάτ, τοῦ 38Λευΐ, τοῦ 39Μελχί, τοῦ 40Ἰαννά, τοῦ Ἰωσήφ, τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ 41Ἐσλί, τοῦ Ναγγαί, τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ 42Σεμεΐ, τοῦ 43Ἰωσήφ, τοῦ 44Ἰούδα, τοῦ 45Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ 46Νηρί, τοῦ 47Μελχί, τοῦ 48Ἀδδί, τοῦ Κωσάμ, τοῦ 49Ἐλμωδάμ, τοῦ Ἤρ, τοῦ 50Ἰωσή, τοῦ Ἐλιέζερ, τοῦ 51Ἰωρείμ, τοῦ 52Ματθάτ, τοῦ 53Λευΐ, τοῦ 54Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ 55Ἰωνάν, τοῦ 56Ἐλιακείμ, τοῦ Μελεᾶ, τοῦ 57Μαϊνάν, τοῦ Ματταθά, τοῦ 58Ναθάν, τοῦ 59Δαυίδ, τοῦ Ἰεσσαί, τοῦ 60Ὠβήδ, τοῦ 61Βοόζ, τοῦ 62Σαλμών, τοῦ Ναασσών, τοῦ 63Ἀμιναδάβ, τοῦ 64Ἀράμ, τοῦ Ἰωράμ, τοῦ 65Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ 66Θάρα, τοῦ Ναχώρ, τοῦ 67Σερούχ, τοῦ 68Ῥαγαῦ, τοῦ 69Φάλεγ, τοῦ Ἑβέρ, τοῦ Σαλά, τοῦ 70Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ 71Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ 72Καϊνάν, τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.

Source notes (72)
  1. Footnote πιλατου ¦ πειλατου TH WH
  2. Footnote τετραρχουντος ¦ τετρααρχουντος NA SBL WH
  3. Footnote τετραρχουντος ¦ τετρααρχουντος NA SBL WH
  4. Footnote αβιληνης ¦ αβειληνης WH
  5. Footnote τετραρχουντος ¦ τετρααρχουντος NA SBL WH
  6. Footnote επι ¦ επ ANT TR
  7. Footnote αρχιερεως ¦ αρχιερεων TR
  8. Footnote ιωαννην ¦ ιωανην WH
  9. Footnote ζαχαριου ¦ του ζαχαριου TR
  10. Footnote την ¦ --- SBL TH WH
  11. Footnote λεγοντος ¦ --- CT
  12. Footnote ευθειαν ¦ ευθειας WH
  13. Footnote ποιησομεν 𝔐18 ¦ ποιησωμεν 𝔐17 CT HF
  14. Footnote λεγει ¦ ελεγεν CT
  15. Footnote βαπτισθηναι 𝔐pt ¦ βαπτισθηναι υπ αυτου 𝔐pt PCK
  16. Footnote ειπον ¦ ειπαν NA SBL WH
  17. Footnote ποιησομεν 𝔐18 ¦ ποιησωμεν 𝔐17 CT HF
  18. Footnote και ημεις τι ποιησομεν 𝔐19 ¦ και ημεις τι ποιησωμεν 𝔐16 HF ¦ τι ποιησωμεν και ημεις CT
  19. Footnote προς αυτους ¦ αυτοις CT
  20. Footnote διασεισητε μηδε συκοφαντησητε ¦ συκοφαντησητε μηδε διασεισητε ANT
  21. Footnote ιωαννου ¦ ιωανου WH
  22. Footnote ο ιωαννης απασι λεγων ¦ λεγων πασιν ο ιωαννης NA SBL TH ¦ λεγων πασιν ο ιωανης WH
  23. Footnote και διακαθαριει … συναξει ¦ διακαθαραι … συναγαγειν CT
  24. Footnote τον λαον ¦ τω λαω PCK
  25. Footnote τετραρχης ¦ τετρααρχης NA SBL WH
  26. Footnote του ¦ φιλιππου του TR
  27. Footnote και ¦ --- TH WH
  28. Footnote ιωαννην ¦ ιωανην WH
  29. Footnote τη ¦ --- CT
  30. Footnote ωσει ¦ ως CT
  31. Footnote λεγουσαν ¦ --- CT
  32. Footnote ευδοκησα 𝔐pt ¦ ηυδοκησα 𝔐pt TR
  33. Footnote ο ¦ --- CT
  34. Footnote ωσει ετων τριακοντα αρχομενος ¦ αρχομενος ωσει ετων τριακοντα CT
  35. Footnote ως ενομιζετο υιος ¦ υιος ως ενομιζετο CT
  36. Footnote ἡλι ¦ ἠλει PCK TH ¦ ἠλι NA SBL TR ¦ ἡλει WH
  37. Footnote ματθατ ¦ ματθαν ANT PCK ¦ μαθθατ NA SBL
  38. Footnote λευι ¦ λευει TH WH
  39. Footnote μελχι ¦ μελχει TH WH
  40. Footnote ιαννα ¦ ιωαννα ANT ¦ ιανναι CT
  41. Footnote εσλι ¦ εσλιμ ANT ¦ εσλει TH WH
  42. Footnote σεμει 𝔐20 ¦ σεμεει 𝔐15 HF ¦ σεμευ ANT ¦ σεμειν NA SBL ¦ σεμεειν TH WH
  43. Footnote ιωσηφ ¦ ιωσηχ ANT CT
  44. Footnote ιουδα ¦ ιωδα ANT CT
  45. Footnote ιωαναν 𝔐pt ¦ ιωανναν 𝔐pt ANT PCK ¦ ιωαννα TR
  46. Footnote νηρι ¦ νηρει TH WH
  47. Footnote μελχι ¦ μελχει TH WH
  48. Footnote αδδι ¦ αδδει TH WH
  49. Footnote ελμωδαμ ¦ ελμαδαμ CT
  50. Footnote ιωση ¦ ιησου CT
  51. Footnote ιωρειμ ¦ ιωριμ NA SBL
  52. Footnote ματθατ ¦ μαθθατ CT
  53. Footnote λευι ¦ λευει TH WH
  54. Footnote συμεων ¦ σιμεων SCR
  55. Footnote ιωναν ¦ ιωναμ CT PCK ¦ ιωνα ANT
  56. Footnote ελιακειμ ¦ ελιακιμ NA SBL
  57. Footnote μαιναν ¦ μεναμ SCR ¦ μεννα CT
  58. Footnote ναθαν ¦ ναθαμ CT
  59. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  60. Footnote ωβηδ ¦ ιωβηδ NA TH ¦ ιωβηλ SBL WH
  61. Footnote βοοζ ¦ βοος CT
  62. Footnote σαλμων ¦ σαλα CT
  63. Footnote αμιναδαβ ¦ αμιναδαβ του αδμιν NA SBL ¦ αμιναδαβ του αδμειν TH ¦ αδμειν WH
  64. Footnote αραμ του ιωραμ 𝔐25 ¦ αραμ 𝔐6 RP TR ¦ αρνι NA SBL ¦ αρνει TH WH
  65. Footnote εσρωμ ¦ εσρων WH
  66. Footnote θαρα KX(78) ¦ θαρρα KX(87) HF PCK
  67. Footnote σερουχ ¦ σαρουχ TR
  68. Footnote ραγαυ ¦ ραγαβ PCK
  69. Footnote φαλεγ 𝔐pt ¦ φαλεκ 𝔐pt ANT CT PCK TR
  70. Footnote καιναν ¦ καιναμ CT
  71. Footnote ιαρεδ ¦ ιαρετ CT
  72. Footnote καιναν ¦ καιναμ NA SBL WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.