The Text-Critical Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 2
The Birth of Jesus
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη 1ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν 2ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως 3Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν 4Δαυίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς 5Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ 6μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ 7ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν. Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν 8τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
Angels Announce Jesus' Birth to Shepherds
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ 9ἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει 10Δαυίδ. Καὶ τοῦτο ὑμῖν 11τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, 12κείμενον ἐν 13φάτνῃ. Καὶ 14ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων,
Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη·
ἐν ἀνθρώποις 15εὐδοκία.
Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, 16καὶ οἱ ἄνθρωποι οἱ ποιμένες 17εἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. Καὶ 18ἦλθον σπεύσαντες, καὶ 19ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. Ἰδόντες δὲ 20διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. Ἡ δὲ 21Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, 22συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ 23ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
Καὶ ὅτε ἐπλήσθησαν 24ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν 25αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ 26συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
Jesus Presented at the Temple
Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ 27αὐτῶν κατὰ τὸν νόμον 28Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ— καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται— καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν 29νόμῳ Κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο 30νεοσσοὺς περιστερῶν.
Καὶ ἰδού, 31ἦν ἄνθρωπος ἐν 32Ἱερουσαλήμ, ᾧ ὄνομα 33Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα 34ἦν Ἅγιον ἐπ᾽ αὐτόν. Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν 35ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο 36αὐτὸ εἰς τὰς ἀγκάλας 37αὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,
κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·
φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Καὶ ἦν 38Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. Καὶ εὐλόγησεν αὐτοὺς 39Συμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· καὶ σοῦ 40δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα 41ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς 42παρθενίας αὐτῆς, καὶ 43αὐτὴ χήρα 44ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο 45ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. Καὶ 46αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ 47Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν 48ἐν Ἱερουσαλήμ.
The Return to Nazareth
Καὶ ὡς ἐτέλεσαν 49ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, 50ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς 51τὴν πόλιν 52ἑαυτῶν 53Ναζαρέτ. Τὸ δὲ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο 54πνεύματι, πληρούμενον 55σοφίας· καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ 56αὐτό.
The Boy Jesus at the Temple
Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, 57ἀναβάντων αὐτῶν 58εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ 59ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ· νομίσαντες δὲ αὐτὸν 60ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς 61συγγενέσι καὶ 62ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες 63αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, 64ζητοῦντες αὐτόν. Καὶ ἐγένετο, 65μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς. Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ 66πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου 67κἀγὼ ὀδυνώμενοι 68ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾽ αὐτῶν, καὶ ἦλθεν εἰς 69Ναζαρέτ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα 70ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
Καὶ Ἰησοῦς προέκοπτε 71σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Source notes (71)
- Footnote η ¦ --- CT
- Footnote ιδιαν ¦ εαυτου CT
- Footnote ναζαρετ ¦ ναζαρεθ NA SBL SCR
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote μεμνηστευμενη αυτω γυναικι ¦ εμνηστευμενη αυτω CT
- Footnote εγκυω ¦ ενκυω TH WH
- Footnote τη ¦ --- CT
- Footnote ιδου ¦ --- CT
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote το ¦ --- WH
- Footnote κειμενον ¦ και κειμενον CT
- Footnote φατνη ¦ τη φατνη TR
- Footnote εξαιφνης ¦ εξεφνης WH
- Footnote ευδοκια 98.8% ¦ ευδοκιας CT 0.4%
- Footnote και οι ανθρωποι 97% ¦ --- CT 1.2%
- Footnote ειπον ¦ ελαλουν CT
- Footnote ηλθον ¦ ηλθαν CT
- Footnote ανευρον ¦ ανευραν NA SBL WH
- Footnote διεγνωρισαν ¦ εγνωρισαν CT
- Footnote μαριαμ ¦ μαρια SBL TH WH
- Footnote συμβαλλουσα ¦ συνβαλλουσα WH
- Footnote υπεστρεψαν ¦ επεστρεψαν TR
- Footnote ημεραι ¦ αι ημεραι ANT
- Footnote αυτον 𝔐pt ¦ το παιδιον 𝔐pt ANT TR
- Footnote συλληφθηναι ¦ συλλημφθηναι CT
- Footnote αυτων ¦ αυτης SCR
- Footnote μωσεως ¦ μωυσεως ANT CT
- Footnote νομω ¦ τω νομω CT
- Footnote νεοσσους ¦ νοσσους CT
- Footnote ην ανθρωπος ¦ ανθρωπος ην CT
- Footnote ιερουσαλημ ¦ ιεροσολυμοις ANT
- Footnote συμεων ¦ σιμεων SCR
- Footnote ην αγιον ¦ αγιον ην TR
- Footnote η ¦ η αν NA SBL WH ¦ αν TH
- Footnote αυτο ¦ αυτον ANT
- Footnote αυτου ¦ --- CT
- Footnote ιωσηφ και η μητηρ αυτου 96.1% ¦ ο πατηρ αυτου και η μητηρ CT 0.5%
- Footnote συμεων ¦ σιμεων SCR
- Footnote δε ¦ --- WH
- Footnote ετη μετα ανδρος ¦ μετα ανδρος ετη CT
- Footnote παρθενιας ¦ παρθενειας TH
- Footnote αὐτὴ 𝔐20 ¦ αὕτη 𝔐10 RP TR
- Footnote ως ¦ εως CT
- Footnote απο ¦ --- CT
- Footnote αυτη ¦ --- CT
- Footnote κυριω ¦ θεω CT
- Footnote εν ¦ --- CT
- Footnote απαντα ¦ παντα CT
- Footnote υπεστρεψαν ¦ επεστρεψαν CT
- Footnote την ¦ --- CT
- Footnote ἑαυτῶν ¦ αὐτῶν TR
- Footnote ναζαρετ ¦ ναζαρεθ NA SBL SCR TH
- Footnote πνευματι ¦ --- CT
- Footnote σοφιας ¦ σοφια CT
- Footnote αυτο ¦ αυτω PCK
- Footnote αναβαντων ¦ αναβαινοντων CT
- Footnote εις ιεροσολυμα ¦ --- CT
- Footnote εγνω ιωσηφ και η μητηρ ¦ εγνωσαν οι γονεις CT
- Footnote εν τη συνοδια ειναι ¦ ειναι εν τη συνοδια CT
- Footnote συγγενεσι ¦ συγγενευσι CT
- Footnote εν ¦ --- CT
- Footnote αυτον ¦ --- CT
- Footnote ζητουντες ¦ αναζητουντες CT
- Footnote μεθ ¦ μετα CT
- Footnote προς αυτον η μητηρ αυτου ειπε ¦ ειπε προς αυτον η μητηρ αυτου CT
- Footnote καγω ¦ και εγω SBL WH
- Footnote εζητουμεν ¦ ζητουμεν WH
- Footnote ναζαρετ ¦ ναζαρεθ NA SBL SCR TH
- Footnote ταυτα ¦ --- NA TH WH
- Footnote σοφια ¦ εν τη σοφια NA ¦ τη σοφια WH
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.