The Text-Critical Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 5
Jesus Calls His First Disciples
Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ 1τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς 2παρὰ τὴν λίμνην 3Γεννησαρέτ· καὶ εἶδε 4δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ 5ἁλιεῖς 6ἀποβάντες ἀπ᾽ αὐτῶν 7ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν 8τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. 9Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς 10ὁ Σίμων εἶπεν 11αὐτῷ, Ἐπιστάτα, δι᾽ ὅλης 12τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω 13τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν 14πλῆθος ἰχθύων πολύ· 15διερρήγνυτο δὲ 16τὸ δίκτυον αὐτῶν· καὶ κατένευσαν τοῖς μετόχοις 17τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ 18ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν 19Ἰησοῦ, λέγων, Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων 20ᾗ συνέλαβον· ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ 21Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα 22ὁ Ἰησοῦς, Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες 23ἅπαντα, ἠκολούθησαν αὐτῷ.
Jesus Cleanses a Man with Leprosy
Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· 24καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, 25εἰπών, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ. Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· 26Ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ 27προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε 28Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι 29ὑπ᾽ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν. Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
Jesus Heals a Paralytic
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι 30αὐτούς. Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ 31κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ 32θεῖναι ἐνώπιον αὐτοῦ· καὶ μὴ εὑρόντες 33ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ 34κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν 35αὐτῷ, Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται 36ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός; Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, 37Ἔγειραι καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι 38ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—εἶπε τῷ παραλελυμένῳ—Σοὶ λέγω, 39ἔγειραι, καὶ ἄρας τὸ 40κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου. Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ 41ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν Θεόν. Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι 42Εἴδομεν παράδοξα σήμερον.
Jesus Calls Levi
Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνόματι 43Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι. Καὶ καταλιπὼν 44ἅπαντα, ἀναστὰς 45ἠκολούθησεν αὐτῷ.
Καὶ ἐποίησε δοχὴν μεγάλην 46Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος 47τελωνῶν πολύς, καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι. Καὶ ἐγόγγυζον οἱ 48γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες, Διὰ τί μετὰ 49τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, 50ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἐλήλυθα καλέσαι δικαίους, 51ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
A Question About Fasting
Οἱ δὲ 52εἶπον πρὸς αὐτόν, 53Διὰ τί οἱ μαθηταὶ 54Ἰωάννου νηστεύουσι πυκνά, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν; Ὁ 55δὲ εἶπε πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, ποιῆσαι 56νηστεύειν; Ἐλεύσονται δὲ ἡμέραι, 57καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα 58ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν 59σχίζει, καὶ τῷ παλαιῷ οὐ 60συμφωνεῖ 61τὸ ἀπὸ τοῦ καινοῦ. Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ 62νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. 63Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, 64καὶ ἀμφότεροι συντηροῦνται. 65Καὶ οὐδεὶς πιὼν παλαιὸν 66εὐθέως θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸς 67χρηστότερός ἐστιν.
Source notes (67)
- Footnote του ¦ και CT
- Footnote παρα ¦ περι PCK
- Footnote γεννησαρετ ¦ γενησαρετ PCK
- Footnote δυο πλοια ¦ πλοια δυο WH
- Footnote αλιεις ¦ αλεεις TH WH
- Footnote αποβαντες απ αυτων ¦ απ αυτων αποβαντες CT
- Footnote απεπλυναν ¦ επλυνον CT
- Footnote του ¦ --- CT
- Footnote και καθισας εδιδασκεν εκ του πλοιου ¦ καθισας δε εκ του πλοιου εδιδασκε CT
- Footnote ο ¦ --- CT
- Footnote αυτω ¦ --- CT
- Footnote της ¦ --- CT
- Footnote το δικτυον ¦ τα δικτυα CT
- Footnote πληθος ιχθυων ¦ ιχθυων πληθος TR
- Footnote διερρηγνυτο ¦ διερρησσετο NA SBL TH ¦ διερησσετο WH
- Footnote το δικτυον ¦ τα δικτυα CT
- Footnote τοις ¦ --- CT
- Footnote ηλθον ¦ ηλθαν WH
- Footnote ιησου ¦ του ιησου TR
- Footnote η ¦ ων NA SBL WH
- Footnote ιωαννην ¦ ιωανην WH
- Footnote ο ¦ --- WH
- Footnote απαντα ¦ παντα CT
- Footnote και ιδων ¦ ιδων δε NA WH
- Footnote ειπων ¦ λεγων NA TH WH
- Footnote αλλα ¦ αλλ NA28
- Footnote προσενεγκε ¦ προσενεγκαι PCK
- Footnote μωσης ¦ μωυσης ANT CT
- Footnote υπ αυτου ¦ --- CT
- Footnote αυτους 98.4% ¦ αυτον CT 0.9%
- Footnote κλινης ¦ κλεινης TH
- Footnote θειναι ¦ θειναι αυτον NA WH
- Footnote ποιας ¦ πως PCK ¦ δια ποιας TR
- Footnote κλινιδιω ¦ κλεινιδιω TH
- Footnote αυτω ¦ --- CT
- Footnote αφιεναι αμαρτιας ¦ αμαρτιας αφειναι CT
- Footnote εγειραι 𝔐pt ¦ εγειρε 𝔐pt ANT CT
- Footnote εξουσιαν εχει ο υιος του ανθρωπου ¦ ο υιος του ανθρωπου εξουσιαν εχει CT
- Footnote εγειραι 𝔐pt ¦ εγειρε 𝔐pt ANT CT
- Footnote κλινιδιον ¦ κλεινιδιον TH
- Footnote ο ¦ ω PCK TR
- Footnote ειδομεν ¦ ειδαμεν WH
- Footnote λευιν ¦ λευειν TH WH
- Footnote απαντα ¦ παντα CT
- Footnote ηκολουθησεν ¦ ηκολουθει CT
- Footnote λευις ¦ ο λευις TR ¦ λευεις TH WH
- Footnote τελωνων πολυς ¦ πολυς τελωνων CT
- Footnote γραμματεις αυτων και οι φαρισαιοι ¦ φαρισαιοι και οι γραμματεις αυτων CT
- Footnote των KX(110) ¦ --- KX(54) TR
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote αλλα ¦ αλλ NA28
- Footnote ειπον ¦ ειπαν CT
- Footnote δια τι ¦ --- CT
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote δε ¦ δε ιησους NA TH WH
- Footnote νηστευειν ¦ νηστευσαι CT
- Footnote και ¦ --- PCK
- Footnote ιματιου καινου ¦ απο ιματιου καινου σχισας CT
- Footnote σχιζει ¦ σχισει ANT CT
- Footnote συμφωνει ¦ συμφωνησει CT
- Footnote το ¦ επιβλημα το TR ¦ το επιβλημα το ANT CT
- Footnote νεος οινος ¦ οινος ο νεος ANT CT
- Footnote αλλα ¦ αλλ NA28
- Footnote και αμφοτεροι συντηρουνται 96.8% ¦ --- CT 1.1%
- Footnote και ¦ --- TH WH
- Footnote ευθεως ¦ --- CT
- Footnote χρηστοτερος ¦ χρηστος CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.