Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΛΟΥΚΑΝ 24

The Resurrection

Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου 1βαθέως, 2ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, 3καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. 4Καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα 5τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ 6διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, 7ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν 8ἐσθήσεσιν ἀστραπτούσαις· ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ 9κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, 10εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, 11ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων 12ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν 13ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ 14Ἰωάννα καὶ Μαρία 15Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, 16αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα 17αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια 18κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς 19ἑαυτὸν θαυμάζων τὸ γεγονός.

The Road to Emmaus

Καὶ ἰδού, δύο ἐξ αὐτῶν 20ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ 21συζητεῖν, καὶ αὐτὸς 22ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί 23ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ 24ὁ εἷς, ᾧ ὄνομα Κλεοπᾶς, εἶπε πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς 25Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ 26εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ 27Ναζωραίου, 28ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά 29γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει 30σήμερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι 31ὄρθριαι ἐπὶ τὸ μνημεῖον· καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, 32ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. Καὶ 33ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς 34καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ 35Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, 36διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.

Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς 37προσεποιεῖτο 38πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστί, καὶ 39κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. Καὶ 40εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν 41ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, 42καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον 43συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας ὅτι 44Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Jesus Appears to the Disciples

Ταῦτα δὲ αὐτῶν λαλούντων, 45αὐτὸς 46ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, 47καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν 48ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι 49αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν 50ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, 51καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

Εἶπε δὲ 52αὐτοῖς, Οὗτοι οἱ 53λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ 54Μωσέως καὶ 55προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται, 56καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν 57καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, 58ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς 59δέ ἐστε μάρτυρες τούτων. 60Καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει 61Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε 62δύναμιν ἐξ ὕψους.

The Ascension

Ἐξήγαγε δὲ αὐτοὺς 63ἔξω ἕως 64εἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾽ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, 65αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. 66

Ἀμήν.67

Source notes (67)
  1. Footnote βαθεως 𝔐22 ¦ βαθεος 𝔐13 ANT PCK RP TR
  2. Footnote ηλθον επι το μνημα ¦ επι το μνημα ηλθον NA SBL TH ¦ επι το μνημα ηλθαν WH
  3. Footnote και τινες συν αυταις ¦ --- CT
  4. Footnote και εισελθουσαι ¦ εισελθουσαι δε CT
  5. Footnote του κυριου ιησου ¦ --- SBL
  6. Footnote διαπορεισθαι ¦ απορεισθαι CT
  7. Footnote ανδρες δυο ¦ δυο ανδρες TR
  8. Footnote εσθησεσιν αστραπτουσαις ¦ εσθητι αστραπτουση CT
  9. Footnote κλινουσων το προσωπον ¦ κλινουσων τα προσωπα NA SBL WH ¦ κλεινουσων τα προσωπα TH
  10. Footnote ειπον ¦ ειπαν CT
  11. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  12. Footnote οτι δει τον υιον του ανθρωπου ¦ τον υιον του ανθρωπου οτι δει CT
  13. Footnote ταυτα παντα 𝔐pt ¦ παντα ταυτα 𝔐pt
  14. Footnote ιωαννα ¦ ιωανα WH
  15. Footnote ιακωβου 𝔐pt ¦ η ιακωβου 𝔐pt CT PCK
  16. Footnote αι ¦ --- CT
  17. Footnote αυτων ¦ ταυτα CT
  18. Footnote κειμενα ¦ --- CT
  19. Footnote ἑαυτὸν ¦ αὑτὸν SBL WH ¦ αὐτὸν TH
  20. Footnote ησαν πορευομενοι εν αυτη τη ημερα ¦ εν αυτη τη ημερα ησαν πορευομενοι CT
  21. Footnote συζητειν ¦ συνζητειν TH WH
  22. Footnote ο ¦ --- CT
  23. Footnote εστε ¦ εσταθησαν CT
  24. Footnote ο εις ω ονομα ¦ εις ονοματι CT
  25. Footnote ιερουσαλημ ¦ εν ιερουσαλημ ANT TR
  26. Footnote ειπον ¦ ειπαν CT
  27. Footnote ναζωραιου 98.8% ¦ ναζαρηνου CT 0.5%
  28. Footnote ος ¦ ως PCK
  29. Footnote γε ¦ γε και CT
  30. Footnote σημερον ¦ --- CT
  31. Footnote ορθριαι ¦ ορθριναι CT
  32. Footnote ηλθον ¦ ηλθαν WH
  33. Footnote απηλθον ¦ απηλθαν WH
  34. Footnote και ¦ --- WH
  35. Footnote μωσεως ¦ μωυσεως ANT CT
  36. Footnote διηρμηνευεν ¦ διερμηνευσεν CT
  37. Footnote προσεποιειτο ¦ προσεποιησατο CT
  38. Footnote πορρωτερω ¦ πορρωτερον CT
  39. Footnote κεκλικεν ¦ κεκλικεν ηδη CT
  40. Footnote ειπον ¦ ειπαν CT
  41. Footnote εν ημιν ¦ --- WH
  42. Footnote και ¦ --- CT
  43. Footnote συνηθροισμενους ¦ ηθροισμενους CT
  44. Footnote ηγερθη ο κυριος οντως ¦ οντως ηγερθη ο κυριος CT
  45. Footnote αυτος 𝔐pt ¦ και αυτος 𝔐pt PCK
  46. Footnote ο ιησους ¦ --- CT
  47. Footnote και λεγει αυτοις ειρηνη υμιν ¦ --- SBL
  48. Footnote ταις καρδιαις ¦ τη καρδια CT
  49. Footnote αυτος εγω ειμι ¦ εγω ειμι αυτος CT
  50. Footnote επεδειξεν ¦ εδειξεν CT
  51. Footnote και απο μελισσιου (μελισσειου PCK) κηριου 91.9% ¦ --- CT 0.7%
  52. Footnote αυτοις ¦ προς αυτους CT
  53. Footnote λογοι ¦ λογοι μου CT
  54. Footnote μωσεως ¦ μωυσεως ANT CT
  55. Footnote προφηταις ¦ τοις προφηταις NA TH WH
  56. Footnote και ουτως εδει ¦ --- CT
  57. Footnote και 99.4% ¦ εις NA WH 0.5%
  58. Footnote αρξαμενον 94.7% ¦ αρξαμενοι CT 1.1%
  59. Footnote δε εστε ¦ εστε SBL TH ¦ --- NA WH
  60. Footnote και ιδου εγω αποστελλω ¦ και ιδου εγω εξαποστελλω SBL WH ¦ καγω εξαποστελλω TH
  61. Footnote ιερουσαλημ ¦ --- CT
  62. Footnote δυναμιν εξ υψους ¦ εξ υψους δυναμιν CT
  63. Footnote εξω ¦ --- SBL TH WH
  64. Footnote εις ¦ προς CT
  65. Footnote αινουντες και ¦ --- CT
  66. Footnote αμην ¦ --- CT
  67. Footnote The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους ιε΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.