Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΛΟΥΚΑΝ 23

Jesus Brought Before Pilate

Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, 1ἤγαγον αὐτὸν ἐπὶ τὸν 2Πιλάτον. Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον 3εὕρομεν διαστρέφοντα τὸ 4ἔθνος, καὶ κωλύοντα 5Καίσαρι φόρους διδόναι, 6λέγοντα 7ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. Ὁ δὲ 8Πιλάτος 9ἐπηρώτησεν αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. Ὁ δὲ 10Πιλάτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς 11ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας, 12ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

Jesus Brought Before Herod

13

Πιλάτος δὲ ἀκούσας 14Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι. Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς 15Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη 16λίαν· ἦν γὰρ 17θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ 18ἀκούειν 19πολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ 20γινόμενον. Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 21Εἱστήκεισαν δὲ οἱ 22ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. Ἐξουθενήσας δὲ αὐτὸν 23ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν 24αὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ 25Πιλάτῳ. Ἐγένοντο δὲ φίλοι ὅ τε 26Πιλάτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς 27ἑαυτούς.

The Crowd Calls For Jesus' Crucifixion

28

Πιλάτος δὲ 29συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας 30οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ· ἀλλ᾽ οὐδὲ Ἡρῴδης· 31ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. Παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 32

Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 33Ἀνέκραξαν δὲ 34παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν 35Βαραββᾶν· ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον 36βεβλημένος εἰς φυλακήν. Πάλιν 37οὖν ὁ 38Πιλάτος 39προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. Οἱ δὲ ἐπεφώνουν, λέγοντες, 40Σταύρωσον, σταύρωσον αὐτόν. Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν 41αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν 42καὶ τῶν ἀρχιερέων. 43Ὁ δὲ 44Πιλάτος 45ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν. Ἀπέλυσε 46δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς 47τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.

The Crucifixion

Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι 48Σίμωνός τινος Κυρηναίου ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν 49ὄπισθεν τοῦ Ἰησοῦ. Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ 50καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. Στραφεὶς δὲ πρὸς αὐτὰς 51ὁ Ἰησοῦς εἶπε, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι, καὶ 52κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ 53ἐθήλασαν. Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, 54Πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς. Ὅτι εἰ ἐν 55τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

Ἤγοντο δὲ καὶ ἕτεροι 56δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. Καὶ ὅτε 57ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 58Ὁ δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, 59ἔβαλον 60κλῆρον. Καὶ 61εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες 62σὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, 63ὁ τοῦ Θεοῦ ἐκλεκτός. 64Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι 65καὶ ὄξος προσφέροντες αὐτῷ, καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. Ἦν δὲ καὶ ἐπιγραφὴ 66γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν 67Ἰουδαίων.

Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, 68λέγων, 69Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ἀποκριθεὶς δὲ ὁ ἕτερος 70ἐπετίμα αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. Καὶ ἔλεγε 71τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς 72ἐν τῇ βασιλείᾳ σου. Καὶ εἶπεν αὐτῷ 73ὁ Ἰησοῦς, Ἀμὴν 74λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

The Death of Jesus

75

Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας 76ἐνάτης. 77Καὶ ἐσκοτίσθη ὁ ἥλιος, 78καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου 79παραθήσομαι τὸ πνεῦμά μου· 80καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. Ἰδὼν δὲ ὁ 81ἑκατόνταρχος τὸ γενόμενον, 82ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ πάντες οἱ 83συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, 84θεωροῦντες τὰ γενόμενα, τύπτοντες 85ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ 86αὐτοῦ 87μακρόθεν, καὶ γυναῖκες αἱ 88συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

The Burial of Jesus

Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, 89ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— οὗτος οὐκ ἦν 90συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς 91καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ· οὗτος προσελθὼν τῷ 92Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ καθελὼν 93αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν 94αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν 95οὐδέπω οὐδεὶς κείμενος. Καὶ ἡμέρα ἦν 96Παρασκευή, σάββατον ἐπέφωσκε. Κατακολουθήσασαι δὲ 97γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι 98αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

Source notes (98)
  1. Footnote ηγαγον ¦ ηγαγεν TR
  2. Footnote πιλατον ¦ πειλατον TH WH
  3. Footnote ευρομεν ¦ ευραμεν CT
  4. Footnote εθνος ¦ εθνος ημων CT
  5. Footnote καισαρι φορους ¦ φορους καισαρι CT
  6. Footnote λεγοντα ¦ και λεγοντα CT
  7. Footnote ἑαυτὸν ¦ αὑτὸν SBL WH
  8. Footnote πιλατος ¦ πειλατος TH WH
  9. Footnote επηρωτησεν ¦ ηρωτησεν CT
  10. Footnote πιλατος ¦ πειλατος TH WH
  11. Footnote οχλους ¦ οχλους οτι ANT
  12. Footnote αρξαμενος ¦ και αρξαμενος CT
  13. Footnote πιλατος ¦ πειλατος TH WH
  14. Footnote γαλιλαιαν ¦ --- CT
  15. Footnote ηρωδην ¦ τον ηρωδην TH
  16. Footnote λιαν ¦ λειαν TH
  17. Footnote θελων εξ ικανου ¦ εξ ικανου θελων ANT ¦ εξ ικανων χρονων θελων CT
  18. Footnote ακουειν ¦ ακουειν αυτον ANT
  19. Footnote πολλα ¦ --- CT
  20. Footnote γινομενον ¦ γεινομενον TH
  21. Footnote ειστηκεισαν ¦ ιστηκεισαν TH WH
  22. Footnote αρχιερεις και οι γραμματεις ¦ γραμματεις και οι αρχιερεις ANT
  23. Footnote ο ¦ και ο NA SBL TH
  24. Footnote αυτον ¦ --- CT
  25. Footnote πιλατω ¦ πειλατω TH WH
  26. Footnote πιλατος και ο ηρωδης ¦ ηρωδης και ο πιλατος ANT NA SBL ¦ ηρωδης και ο πειλατος TH WH
  27. Footnote ἑαυτούς ¦ αὐτούς NA TH ¦ αὑτούς SBL WH
  28. Footnote πιλατος ¦ πειλατος TH WH
  29. Footnote συγκαλεσαμενος ¦ συνκαλεσαμενος TH WH
  30. Footnote ουδεν ¦ ουθεν CT
  31. Footnote ανεπεμψα γαρ υμας προς αυτον ¦ ανεπεμψε γαρ αυτον προς ημας CT
  32. Footnote αναγκην δε ειχεν απολυειν αυτοις κατα εορτην ενα 77.2% ¦ --- CT 2%
  33. Footnote ανεκραξαν ¦ ανεκραγον CT
  34. Footnote παμπληθει ¦ πανπληθει TH WH
  35. Footnote βαραββαν ¦ τον βαραββαν CT TR
  36. Footnote βεβλημενος εις φυλακην ¦ βεβλημενος εις την φυλακην ANT ¦ βληθεις εν τη φυλακη CT
  37. Footnote ουν ¦ δε CT
  38. Footnote πιλατος ¦ πειλατος TH WH
  39. Footnote προσεφωνησε ¦ προσεφωνησεν αυτοις NA TH WH
  40. Footnote σταυρωσον σταυρωσον ¦ σταυρου σταυρου CT
  41. Footnote αιτιον ¦ αξιον ANT
  42. Footnote και των αρχιερεων 98.7% ¦ --- CT 0.5%
  43. Footnote ο δε ¦ και CT
  44. Footnote πιλατος ¦ πειλατος TH WH
  45. Footnote επεκρινε ¦ επεκρεινε TH
  46. Footnote δε ¦ δε αυτοις TR ¦ δε αυτοις τον βαραββαν ANT
  47. Footnote την ¦ --- CT
  48. Footnote σιμωνος τινος κυρηναιου ερχομενου ¦ σιμωνος τινος κυρηναιου του ερχομενου TR ¦ σιμωνα τινα κυρηναιον ερχομενον CT
  49. Footnote οπισθεν ¦ οπισω ANT
  50. Footnote και ¦ --- CT
  51. Footnote ο ¦ --- TH WH
  52. Footnote κοιλιαι ¦ αι κοιλιαι CT
  53. Footnote εθηλασαν ¦ εθρεψαν CT
  54. Footnote πεσετε ¦ πεσατε WH
  55. Footnote τω ¦ --- WH
  56. Footnote δυο κακουργοι ¦ κακουργοι δυο NA SBL WH
  57. Footnote απηλθον ¦ ηλθον NA SBL TH ¦ ηλθαν WH
  58. Footnote ο δε ιησους ελεγε πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν 89.3% ¦ ο δε ιησους ειπε πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν MSS 5.5% ¦ --- 1% {Note: NA and WH enclose this text with double brackets.}
  59. Footnote εβαλον ¦ εβαλλον ANT
  60. Footnote κληρον ¦ κληρους NA SBL
  61. Footnote ειστηκει ¦ ιστηκει TH WH
  62. Footnote συν αυτοις ¦ --- CT
  63. Footnote ο του θεου ¦ του θεου ο CT
  64. Footnote ενεπαιζον ¦ ενεπαιξαν CT
  65. Footnote και ¦ --- CT
  66. Footnote γεγραμμενη επ αυτω γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις ουτος εστιν ¦ επ αυτω CT
  67. Footnote ιουδαιων ¦ ιουδαιων ουτος CT
  68. Footnote λεγων ¦ --- WH
  69. Footnote ει ¦ ουχι CT
  70. Footnote επετιμα αυτω λεγων ¦ επιτιμων αυτω εφη CT
  71. Footnote τω ιησου μνησθητι μου κυριε ¦ ιησου μνησθητι μου CT
  72. Footnote εν τη βασιλεια ¦ εις την βασιλειαν NA WH
  73. Footnote ο ιησους ¦ --- CT
  74. Footnote λεγω σοι ¦ σοι λεγω CT
  75. Footnote ην δε ¦ και ην ηδη CT
  76. Footnote ενατης ¦ εννατης TR
  77. Footnote και εσκοτισθη ο ηλιος 96.4% ¦ του ηλιου εκλειποντος ANT WH 0.4% ¦ του ηλιου εκλιποντος NA SBL TH 0.4%
  78. Footnote και εσχισθη ¦ εσχισθη δε CT
  79. Footnote παραθησομαι ¦ παρατιθεμαι ANT CT
  80. Footnote και ταυτα ¦ τουτο δε CT
  81. Footnote εκατονταρχος ¦ εκατονταρχης CT
  82. Footnote εδοξασε ¦ εδοξαζε CT
  83. Footnote συμπαραγενομενοι ¦ συνπαραγενομενοι TH WH
  84. Footnote θεωρουντες ¦ θεωρησαντες CT
  85. Footnote εαυτων ¦ --- CT
  86. Footnote αυτου ¦ αυτω CT
  87. Footnote μακροθεν ¦ απο μακροθεν ANT NA TH WH
  88. Footnote συνακολουθησασαι ¦ συνακολουθουσαι CT
  89. Footnote ανηρ ¦ και ανηρ ANT NA
  90. Footnote συγκατατεθειμενος ¦ συνκατατεθειμενος TH WH
  91. Footnote και προσεδεχετο και αυτος ¦ προσεδεχετο και αυτος ANT PCK ¦ προσεδεχετο CT
  92. Footnote πιλατω ¦ πειλατω TH WH
  93. Footnote αυτο ενετυλιξεν αυτο ¦ αυτο ενετυλιξε ANT ¦ ενετυλιξεν αυτο CT
  94. Footnote αυτο ¦ αυτον CT
  95. Footnote ουδεπω ουδεις ¦ ουδεις ουδεπω ANT ¦ ουδεις ουπω CT
  96. Footnote παρασκευη ¦ παρασκευη και TR ¦ παρασκευης και CT
  97. Footnote γυναικες ¦ και γυναικες TR ¦ αι γυναικες ANT CT
  98. Footnote αυτω εκ της γαλιλαιας ¦ εκ της γαλιλαιας αυτω CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.