Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1

The Word Became Flesh

Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ 1Ἰωάννης. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ. Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.

Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν—καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός—πλήρης χάριτος καὶ ἀληθείας. 2Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων, Οὗτος ἦν 3ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν. 4Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Ὅτι ὁ νόμος διὰ 5Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· 6ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.

The Identity of John the Baptist

Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ 7Ἰωάννου, ὅτε 8ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ 9Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ; Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι 10Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; 11Ἠλίας εἶ σύ; Καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ. 12Εἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ; Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.

Καὶ 13οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. Καὶ ἠρώτησαν αὐτόν, καὶ 14εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, 15οὔτε Ἠλίας, οὔτε ὁ προφήτης; Ἀπεκρίθη αὐτοῖς ὁ 16Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος 17δὲ ὑμῶν 18ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 19Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, 20ὃς ἔμπροσθέν μου γέγονεν· οὗ 21ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν 22Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν 23Ἰωάννης βαπτίζων.

The Lamb of God

Τῇ ἐπαύριον 24βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι 25περὶ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν 26τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν 27Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον 28ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ 29υἱὸς τοῦ Θεοῦ.

Jesus Calls His First Disciples

Τῇ ἐπαύριον πάλιν 30εἱστήκει 31ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο· καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν 32αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; Οἱ δὲ 33εἶπον αὐτῷ, 34Ῥαββί—ὃ λέγεται 35ἑρμηνευόμενον, Διδάσκαλε—ποῦ μένεις; Λέγει αὐτοῖς, Ἔρχεσθε καὶ 36ἴδετε. 37Ἦλθον καὶ 38εἶδον ποῦ μένει· καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· 39ὥρα ἦν ὡς δεκάτη. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ 40Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος 41πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν 42Μεσίαν—ὅ ἐστι μεθερμηνευόμενον, 43Χριστός. 44Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. 45Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων ὁ υἱὸς 46Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς—ὃ ἑρμηνεύεται Πέτρος.

Jesus Calls Philip and Nathanael

Τῇ ἐπαύριον 47ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ 48ὁ Ἰησοῦς, Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψε 49Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν 50τὸν υἱὸν 51τοῦ Ἰωσὴφ τὸν ἀπὸ 52Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ 53Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ 54Φίλιππος, Ἔρχου καὶ ἴδε. Εἶδεν 55ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς 56Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη 57Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ἀπεκρίθη 58Ναθαναὴλ καὶ λέγει αὐτῷ, 59Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ 60εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν 61σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων 62ὄψει. Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, 63ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Source notes (63)
  1. Footnote ιωαννης ¦ ιωανης WH
  2. Footnote ιωαννης ¦ ιωανης WH
  3. Footnote ον ειπον ¦ ο ειπων WH
  4. Footnote και ¦ οτι CT
  5. Footnote μωσεως ¦ μωυσεως ANT CT
  6. Footnote ο μονογενης υιος 98.3% ¦ μονογενης θεος NA SBL WH 0.3%
  7. Footnote ιωαννου ¦ ιωανου WH
  8. Footnote απεστειλαν ¦ απεστειλαν προς αυτον NA TH WH
  9. Footnote λευιτας ¦ λευειτας TH WH
  10. Footnote ουκ ειμι εγω ¦ εγω ουκ ειμι CT
  11. Footnote ηλιας ει συ ¦ συ ηλιας ει NA SBL ¦ συ ηλειας ει TH WH
  12. Footnote ειπον ¦ ειπαν CT
  13. Footnote οι ¦ --- CT
  14. Footnote ειπον ¦ ειπαν NA SBL
  15. Footnote ουτε ηλιας ουτε ¦ ουδε ηλιας ουδε NA SBL ¦ ουδε ηλειας ουδε TH WH
  16. Footnote ιωαννης ¦ ιωανης WH
  17. Footnote δε ¦ --- CT
  18. Footnote εστηκεν ¦ στηκει WH
  19. Footnote αυτος εστιν ο 95.8% ¦ ο NA SBL TH 2.2% ¦ --- WH 0.4%
  20. Footnote ος εμπροσθεν μου γεγονεν ¦ --- CT
  21. Footnote εγω ουκ ειμι 86.2% ¦ ουκ ειμι SBL 6.9% ¦ ουκ ειμι εγω NA TH WH 3%
  22. Footnote βηθανια ¦ βιθαβαρα PCK ¦ βηθαβαρα TR
  23. Footnote ιωαννης ¦ ο ιωαννης NA SBL TH ¦ ο ιωανης WH
  24. Footnote βλεπει 𝔐pt ¦ βλεπει ο ιωαννης 𝔐pt ANT PCK TR
  25. Footnote περι 98.9% ¦ υπερ CT 0.6%
  26. Footnote τω ¦ --- CT
  27. Footnote ιωαννης ¦ ιωανης WH
  28. Footnote ωσει 𝔐pt ¦ ως 𝔐pt ANT CT PCK
  29. Footnote υιος 99.5% ¦ εκλεκτος SBL 0.4%
  30. Footnote ειστηκει ¦ ιστηκει TH WH
  31. Footnote ο ιωαννης ¦ ιωανης WH
  32. Footnote αυτου οι δυο μαθηται 93.4% ¦ οι δυο μαθηται αυτου CT 1.6%
  33. Footnote ειπον ¦ ειπαν CT
  34. Footnote ραββι ¦ ραββει TH WH
  35. Footnote ερμηνευομενον 93.8% ¦ μεθερμηνευομενον CT 3.2%
  36. Footnote ιδετε ¦ οψεσθε CT
  37. Footnote ηλθον ¦ ηλθον ουν ANT ¦ ηλθαν ουν CT
  38. Footnote ειδον ¦ ειδαν CT
  39. Footnote ωρα ¦ ωρα δε TR
  40. Footnote ιωαννου ¦ ιωανου WH
  41. Footnote πρωτος ¦ πρωτον CT
  42. Footnote μεσιαν ¦ μεσσιαν ANT CT TR
  43. Footnote χριστος ¦ ο χριστος TR
  44. Footnote και ¦ --- CT
  45. Footnote εμβλεψας KX(75) ¦ εμβλεψας δε KX(83) TR
  46. Footnote ιωνα 98.6% ¦ ιωαννου NA SBL TH 0.4% ¦ ιωανου WH 0.1%
  47. Footnote ηθελησεν ¦ ηθελησεν ο ιησους ANT TR
  48. Footnote ο ιησους ¦ --- ANT PCK TR
  49. Footnote μωσης ¦ μωυσης ANT CT
  50. Footnote τον ¦ --- CT
  51. Footnote του ¦ --- PCK
  52. Footnote ναζαρετ ¦ ναζαρεθ SCR
  53. Footnote ναζαρετ ¦ ναζαρεθ SCR
  54. Footnote φιλιππος ¦ ο φιλιππος NA SBL WH
  55. Footnote ο ¦ --- WH
  56. Footnote ισραηλιτης ¦ ισραηλειτης TH WH
  57. Footnote ιησους ¦ ο ιησους TR
  58. Footnote ναθαναηλ και λεγει αυτω 92.9% ¦ αυτω ναθαναηλ CT 1%
  59. Footnote ραββι ¦ ραββει TH WH
  60. Footnote ει ο βασιλευς ¦ βασιλευς ει CT
  61. Footnote σοι ¦ σοι οτι CT
  62. Footnote οψει 𝔐pt ¦ οψη 𝔐pt CT
  63. Footnote απ αρτι 95.9% ¦ --- CT 0.7%

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.