Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΛΟΥΚΑΝ 19

Jesus Visits Zacchaeus

Καὶ εἰσελθὼν διήρχετο τὴν 1Ἰεριχώ. Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ 2οὗτος ἦν πλούσιος. Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ 3προδραμὼν 4ἔμπροσθεν ἀνέβη ἐπὶ 5συκομωραίαν ἵνα ἴδῃ αὐτόν· ὅτι 6ἐκείνης 7ἔμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς 8εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες 9πάντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, Ἰδού, τὰ 10ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, 11δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

The Parable of the Ten Minas

Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς 12αὐτὸν εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι. Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπε πρὸς αὐτούς, 13Πραγματεύσασθε 14ἕως ἔρχομαι. Οἱ δὲ 15πολῖται αὐτοῦ 16ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, 17καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς 18ἔδωκε τὸ ἀργύριον, ἵνα 19γνῷ 20τίς τί διεπραγματεύσατο. Παρεγένετο δὲ ὁ πρῶτος, λέγων, Κύριε, ἡ 21μνᾶ σου 22προσειργάσατο δέκα μνᾶς. Καὶ εἶπεν αὐτῷ, 23Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, 24Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. Εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ 25γίνου ἐπάνω πέντε πόλεων. Καὶ 26ἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, ἡς 27μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ 28ἔσπειρας. Λέγει 29δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι 30ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ 31ἔσπειρα· καὶ διὰ τί οὐκ ἔδωκας 32τὸ ἀργύριόν μου ἐπὶ 33τράπεζαν, 34καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν 35ἔπραξα αὐτό; Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. Καὶ 36εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς. Λέγω 37γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται 38ἀπ᾽ αὐτοῦ. Πλὴν τοὺς ἐχθρούς μου 39ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτούς, ἀγάγετε ὧδε, καὶ 40κατασφάξατε ἔμπροσθέν μου.

The Triumphal Entry

Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα. Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς 41Βηθσφαγὴ καὶ 42Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν 43αὐτοῦ, 44εἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων 45ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε 46αὐτῷ ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν 47αὐτοῖς. Λυόντων δὲ αὐτῶν τὸν πῶλον, 48εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; Οἱ δὲ 49εἶπον, Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ 50ἐπιρρίψαντες 51ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια 52αὐτῶν ἐν τῇ ὁδῷ. Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, 53ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, λέγοντες,

Εὐλογημένος ὁ ἐρχόμενος 54

βασιλεὺς ἐν ὀνόματι Κυρίου· 55

εἰρήνη ἐν οὐρανῷ,

καὶ δόξα ἐν ὑψίστοις.

Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου 56εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. Καὶ ἀποκριθεὶς εἶπεν 57αὐτοῖς, Λέγω ὑμῖν 58ὅτι ἐὰν οὗτοι 59σιωπήσωσιν, οἱ λίθοι 60κεκράξονται.

Jesus Weeps over Jerusalem

Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾽ 61αὐτῇ, λέγων ὅτι Εἰ ἔγνως 62καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην 63σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ 64περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν 65ἐν σοὶ λίθον ἐπὶ λίθῳ· ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

Jesus Cleanses the Temple Courts

Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας 66ἐν αὐτῷ καὶ ἀγοράζοντας, λέγων αὐτοῖς, 67Γέγραπται, 68Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ· καὶ οὐχ 69εὕρισκον τὸ τί 70ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας 71ἐξεκρέματο αὐτοῦ ἀκούων.

Source notes (71)
  1. Footnote ιεριχω ¦ ιερειχω TH WH
  2. Footnote ουτος ην ¦ αυτος CT
  3. Footnote προδραμων KX(84) ¦ προσδραμων KX(41) ¦ δραμων KX(38)
  4. Footnote εμπροσθεν ¦ εις το εμπροσθεν CT
  5. Footnote συκομωραιαν 𝔐pt ¦ συκομοραιαν 𝔐pt PCK ¦ συκομορεαν 𝔐pt ANT CT
  6. Footnote εκεινης KX(96) ¦ δι εκεινης KX(69) TR
  7. Footnote εμελλε ¦ ημελλε ANT CT PCK TR
  8. Footnote ειδεν αυτον και ¦ --- CT
  9. Footnote παντες ¦ απαντες TR
  10. Footnote ημιση των υπαρχοντων μου ¦ ημισια μου των υπαρχοντων CT
  11. Footnote διδωμι τοις πτωχοις ¦ τοις πτωχοις διδωμι CT
  12. Footnote αυτον ειναι ιερουσαλημ ¦ ειναι ιερουσαλημ αυτον CT
  13. Footnote πραγματευσασθε ¦ πραγματευσασθαι WH
  14. Footnote εως ¦ εν ω ANT CT
  15. Footnote πολιται ¦ πολειται TH
  16. Footnote εμισουν ¦ εμεισουν TH
  17. Footnote και KX(102) ¦ --- KX(63) PCK
  18. Footnote εδωκε ¦ δεδωκει CT
  19. Footnote γνω ¦ επιγνω ANT ¦ γνοι CT
  20. Footnote τις τι διεπραγματευσατο 92.2% ¦ τις τι επραγματευσατο MSS 5.1% ¦ τι διεπραγματευσαντο CT 0.4%
  21. Footnote μνα 𝔐pt ¦ μνας 𝔐pt
  22. Footnote προσειργασατο δεκα ¦ δεκα προσηργασατο CT
  23. Footnote ευ ¦ ευγε CT
  24. Footnote κυριε η μνα σου 𝔐pt ¦ κυριε η μνας σου 𝔐pt ¦ η μνα σου κυριε CT
  25. Footnote γινου επανω ¦ επανω γινου NA SBL WH ¦ επανω γεινου TH
  26. Footnote ετερος ¦ ο ετερος CT
  27. Footnote μνα 𝔐pt ¦ μνας 𝔐pt
  28. Footnote εσπειρας ¦ εσπειρας και συναγεις οθεν ου διεσκορπισας ANT
  29. Footnote δε ¦ --- ANT CT
  30. Footnote εγω ανθρωπος αυστηρος ειμι ¦ ανθρωπος αυστηρος ειμι εγω ANT
  31. Footnote εσπειρα ¦ εσπειρα και συναγων οθεν ου διεσκορπισα ANT
  32. Footnote το αργυριον μου ¦ μου το αργυριον CT
  33. Footnote τραπεζαν ¦ την τραπεζαν ANT PCK TR
  34. Footnote και εγω ¦ καγω CT
  35. Footnote επραξα αυτο ¦ αυτο επραξα CT
  36. Footnote ειπον ¦ ειπαν CT
  37. Footnote γαρ ¦ --- CT
  38. Footnote απ αυτου ¦ --- CT
  39. Footnote εκεινους ¦ τουτους CT
  40. Footnote κατασφαξατε ¦ κατασφαξατε αυτους ANT CT
  41. Footnote βηθσφαγη 𝔐pt ¦ βηθφαγη 𝔐pt CT TR
  42. Footnote βηθανιαν ¦ βηθανια TH WH
  43. Footnote αυτου ¦ --- CT
  44. Footnote ειπων ¦ λεγων CT
  45. Footnote εκαθισε ¦ εκαθισε και CT
  46. Footnote αυτω ¦ --- CT
  47. Footnote αυτοις ¦ αυτοις εστωτα τον πωλον ANT
  48. Footnote ειπον ¦ ειπαν CT
  49. Footnote ειπον ¦ ειπον οτι ANT ¦ ειπαν οτι CT
  50. Footnote επιρριψαντες ¦ επιριψαντες CT
  51. Footnote ἑαυτῶν ¦ αὐτῶν CT
  52. Footnote αυτων ¦ εαυτων SBL WH
  53. Footnote ηρξαντο 𝔐pt ¦ ηρξατο 𝔐pt ANT
  54. Footnote βασιλευς ¦ ο βασιλευς NA WH
  55. Footnote ειρηνη εν ουρανω ¦ εν ουρανω ειρηνη CT
  56. Footnote ειπον ¦ ειπαν CT
  57. Footnote αυτοις ¦ --- CT
  58. Footnote οτι ¦ --- NA WH
  59. Footnote σιωπησωσιν ¦ σιωπησουσιν CT
  60. Footnote κεκραξονται ¦ κραξουσι CT
  61. Footnote αυτη ¦ αυτην CT
  62. Footnote και συ και γε εν τη ημερα σου ταυτη 85.4% ¦ και συ και γε εν τη ημερα ταυτη MSS 9.3% ¦ εν τη ημερα ταυτη και συ CT 1%
  63. Footnote σου ¦ --- CT
  64. Footnote περιβαλουσιν ¦ παρεμβαλουσιν NA SBL WH
  65. Footnote εν σοι λιθον επι λιθω ¦ λιθον επι λιθον εν σοι CT
  66. Footnote εν αυτω και αγοραζοντας ¦ --- CT
  67. Footnote γεγραπται ¦ γεγραπται οτι ANT
  68. Footnote ο οικος μου οικος προσευχης εστιν ¦ και εσται ο οικος μου οικος προσευχης CT
  69. Footnote ευρισκον ¦ ηυρισκον WH
  70. Footnote ποιησωσιν ¦ ποιησουσιν ANT PCK
  71. Footnote εξεκρεματο ¦ εξεκρεμετο WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.