The Text-Critical Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 18
The Parable of the Widow and the Unrighteous Judge
Ἔλεγε δὲ 1καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι 2αὐτοὺς καὶ μὴ 3ἐκκακεῖν, λέγων, Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος· χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ 4ἠθέλησεν ἐπὶ χρόνον· μετὰ 5δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, 6καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι· διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη 7ὑποπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. Ὁ δὲ Θεὸς οὐ μὴ 8ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων 9πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ 10μακροθυμῶν ἐπ᾽ αὐτοῖς; Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
The Parable of the Pharisee and the Tax Collector
Εἶπε 11δὲ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ 12ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· 13ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς 14πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Νηστεύω δὶς τοῦ σαββάτου, 15ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 16Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς 17εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾽ ἔτυπτεν 18εἰς τὸ στῆθος 19αὐτοῦ, λέγων, Ὁ Θεός, 20ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ 21ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Let the Little Children Come to Me
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· 22ἰδόντες δὲ οἱ μαθηταὶ 23ἐπετίμησαν αὐτοῖς. Ὁ δὲ Ἰησοῦς 24προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς 25ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
The Rich Young Ruler
Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα 26σου. Ὁ δὲ εἶπε, Ταῦτα πάντα 27ἐφυλαξάμην ἐκ νεότητός 28μου. Ἀκούσας δὲ 29ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν 30οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος 31ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς 32περίλυπον γενόμενον εἶπε, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες 33εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ 34τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 35Εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά 36ἐστι παρὰ τῷ Θεῷ. Εἶπε δὲ 37Πέτρος, Ἰδού, ἡμεῖς 38ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ 39γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα, 40ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ὃς 41οὐ μὴ 42ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Jesus Predicts His Death and Resurrection a Third Time
Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς 43Ἱεροσόλυμα, καὶ 44τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου. Παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται, καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ 45ἐγίνωσκον τὰ λεγόμενα.
Jesus Heals a Blind Man
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς 46Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν 47προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη 48τοῦτο. Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε, λέγων, Ἰησοῦ, υἱὲ 49Δαυίδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα 50σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ 51Δαυίδ, ἐλέησόν με. Σταθεὶς δὲ 52ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, 53λέγων, Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Source notes (53)
- Footnote και ¦ --- CT
- Footnote αυτους 𝔐25 ¦ --- 𝔐9 HF PCK RP TR
- Footnote εκκακειν ¦ εγκακειν NA SBL ¦ ενκακειν TH WH
- Footnote ηθελησεν ¦ ηθελεν CT PCK
- Footnote δε ταυτα ¦ ταυτα δε SBL TH WH
- Footnote και ανθρωπον ουκ ¦ ουδε ανθρωπον CT
- Footnote υποπιαζη 𝔐pt ¦ υποπιεζη 𝔐pt ¦ υπωπιαζη CT PCK TR
- Footnote ποιηση KX(88) ¦ ποιησει KX(84) TR
- Footnote προς αυτον ¦ αυτω CT
- Footnote μακροθυμων ¦ μακροθυμει CT
- Footnote δε ¦ δε και ANT CT TR
- Footnote εξουθενουντας ¦ εξουθενουντες TH
- Footnote ο ¦ --- WH
- Footnote προς εαυτον ταυτα 95.8% ¦ ταυτα προς εαυτον TH WH 2.1%
- Footnote αποδεκατω ¦ αποδεκατευω WH
- Footnote και ο ¦ ο δε CT
- Footnote εις τον ουρανον επαραι ¦ επαραι εις τον ουρανον CT
- Footnote εις ¦ --- CT
- Footnote αυτου ¦ εαυτου WH
- Footnote ιλασθητι ¦ ειλασθητι TH
- Footnote η γαρ εκεινος ¦ η εκεινος TR ¦ παρ εκεινον CT
- Footnote ιδοντες δε ¦ και ιδοντες ANT
- Footnote επετιμησαν ¦ επετιμων CT
- Footnote προσκαλεσαμενος αυτα ειπεν ¦ προσεκαλεσατο αυτα λεγων CT
- Footnote εαν ¦ αν CT
- Footnote σου ¦ --- CT
- Footnote εφυλαξαμην ¦ εφυλαξα CT
- Footnote μου ¦ --- NA WH
- Footnote ταυτα ¦ --- CT
- Footnote ουρανω ¦ τοις ουρανοις NA WH ¦ ουρανοις SBL TH
- Footnote εγενετο ¦ εγενηθη CT
- Footnote περιλυπον γενομενον 95.6% ¦ --- SBL TH WH 0.8%
- Footnote εισελευσονται εις την βασιλειαν του θεου ¦ εις την βασιλειαν του θεου εισπορευονται CT
- Footnote τρυμαλιας ραφιδος ¦ τρηματος βελονης CT
- Footnote ειπον ¦ ειπαν NA SBL WH
- Footnote εστι παρα τω θεω ¦ παρα τω θεω εστιν ANT CT
- Footnote πετρος ¦ ο πετρος ANT CT TR
- Footnote αφηκαμεν παντα και ¦ αφεντες τα ιδια CT
- Footnote γονεις η αδελφους η γυναικα ¦ γυναικα η αδελφους η γονεις CT
- Footnote ενεκεν ¦ εινεκεν WH
- Footnote ου ¦ ουχι CT
- Footnote απολαβη ¦ λαβη WH
- Footnote ιεροσολυμα ¦ ιερουσαλημ CT
- Footnote τελεσθησεται ¦ τελειωθησεται ANT
- Footnote εγινωσκον ¦ εγεινωσκον TH
- Footnote ιεριχω ¦ ιερειχω TH WH
- Footnote προσαιτων ¦ επαιτων CT
- Footnote τουτο ¦ ταυτα ANT
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote σιωπηση ¦ σιγηση CT
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote ο ¦ --- WH
- Footnote λεγων ¦ --- CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.