Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΛΟΥΚΑΝ 17

Temptations to Sin

1

Εἶπε 2δὲ πρὸς τοὺς 3μαθητάς, Ἀνένδεκτόν ἐστι τοῦ 4μὴ ἐλθεῖν τὰ σκάνδαλα· 5οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται. Λυσιτελεῖ αὐτῷ εἰ 6μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ 7ἕνα τῶν μικρῶν τούτων. Προσέχετε ἑαυτοῖς. Ἐὰν 8δὲ ἁμάρτῃ 9εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας 10ἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκις 11τῆς ἡμέρας 12ἐπιστρέψῃ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.

Increase Our Faith

Καὶ 13εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. Εἶπε δὲ ὁ Κύριος, Εἰ 14ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ 15ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.

We Are Unworthy Servants

Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ 16ἐρεῖ εὐθέως, Παρελθὼν 17ἀνάπεσε· ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; Μὴ 18χάριν ἔχει τῷ δούλῳ 19ἐκείνῳ ὅτι ἐποίησε τὰ διαταχθέντα; 20Οὐ δοκῶ. Οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· 21ὅτι ὃ 22ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.

Jesus Cleanses Ten Lepers

Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι 23αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ 24μέσου 25Σαμαρείας καὶ Γαλιλαίας. Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν 26αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ 27ἔστησαν πόρρωθεν· καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν· καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν 28Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, 29Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

The Coming of the Kingdom

Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως· οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, ἤ, 30Ἰδοὺ ἐκεῖ. Ἰδοὺ γάρ, ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. Καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ 31ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε, μηδὲ διώξητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ 32ἡ ἀστράπτουσα ἐκ τῆς 33ὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται 34ὁ υἱὸς τοῦ ἀνθρώπου 35ἐν τῇ ἡμέρᾳ αὐτοῦ. Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις 36Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Ἤσθιον, ἔπινον, ἐγάμουν, 37ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν 38ἅπαντας. Ὁμοίως 39καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ, καὶ ἀπώλεσεν 40ἅπαντας· κατὰ 41ταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν 42τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. Μνημονεύετε τῆς γυναικὸς Λώτ. Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ 43σῶσαι ἀπολέσει αὐτήν· 44καὶ ὃς ἐὰν 45ἀπολέσῃ 46αὐτὴν ζῳογονήσει αὐτήν. Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ 47ἔσονται δύο ἐπὶ 48κλίνης μιᾶς· 49εἷς 50παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. 51Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· 52μία 53παραληφθήσεται, 54καὶ ἡ ἑτέρα 55ἀφεθήσεται. Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ 56συναχθήσονται οἱ ἀετοί.

Source notes (56)
  1. Footnote ειπε ¦ ελεγε ANT
  2. Footnote δε ¦ δε και ANT
  3. Footnote μαθητας ¦ μαθητας αυτου ANT CT
  4. Footnote μη ελθειν τα σκανδαλα ¦ τα σκανδαλα μη ελθειν CT
  5. Footnote ουαι δε ¦ πλην ουαι CT
  6. Footnote μυλος ονικος ¦ λιθος μυλικος ANT CT
  7. Footnote ενα των μικρων τουτων ¦ των μικρων τουτων ενα CT
  8. Footnote δε ¦ --- CT
  9. Footnote εις σε ¦ --- CT
  10. Footnote αμαρτη ¦ αμαρτηση CT
  11. Footnote της ημερας ¦ --- CT
  12. Footnote επιστρεψη ¦ επιστρεψη επι σε TR ¦ επιστρεψη προς σε ANT CT
  13. Footnote ειπον ¦ ειπαν CT
  14. Footnote εχετε 𝔐pt ¦ ειχετε 𝔐pt PCK TR
  15. Footnote ταυτη ¦ --- TH
  16. Footnote ερει ¦ ερει αυτω CT
  17. Footnote αναπεσε ¦ αναπεσαι TR
  18. Footnote χαριν εχει ¦ εχει χαριν CT
  19. Footnote εκεινω ¦ --- CT
  20. Footnote ου δοκω 89.5% ¦ αυτω ου δοκω TR 2.5% ¦ --- CT 1.4%
  21. Footnote οτι ¦ --- CT
  22. Footnote ωφειλομεν 𝔐22 ¦ οφειλομεν 𝔐11 RP
  23. Footnote αυτον ¦ --- CT
  24. Footnote μεσου ¦ μεσον CT
  25. Footnote σαμαρειας ¦ σαμαριας WH
  26. Footnote αυτω ¦ --- SBL WH
  27. Footnote εστησαν ¦ ανεστησαν WH
  28. Footnote σαμαρειτης ¦ σαμαριτης NA SBL
  29. Footnote ουχι ¦ ουχ WH
  30. Footnote ιδου ¦ --- CT
  31. Footnote ωδε η ιδου εκει ¦ ωδε ιδου εκει ANT ¦ εκει η ιδου ωδε NA TH WH ¦ εκει ιδου ωδε SBL
  32. Footnote η ¦ --- ANT CT
  33. Footnote υπ ¦ υπο τον CT
  34. Footnote ο ¦ και ο ANT TR
  35. Footnote εν τη ημερα αυτου ¦ --- WH
  36. Footnote νωε ¦ του νωε TR
  37. Footnote εξεγαμιζοντο ¦ εγαμιζοντο CT
  38. Footnote απαντας ¦ παντας CT
  39. Footnote και ως ¦ καθως CT
  40. Footnote απαντας ¦ παντας CT
  41. Footnote ταυτα ¦ τα αυτα ANT NA SBL WH
  42. Footnote τω ¦ --- CT
  43. Footnote σωσαι ¦ περιποιησασθαι CT
  44. Footnote και ος εαν ¦ ος δ αν CT
  45. Footnote απολεση ¦ απολεσει WH
  46. Footnote αυτην ¦ --- CT
  47. Footnote εσονται δυο ¦ δυο εσονται ANT PCK
  48. Footnote κλινης ¦ κλεινης TH
  49. Footnote εις ¦ ο εις CT TR
  50. Footnote παραληφθησεται ¦ παραλημφθησεται CT
  51. Footnote δυο εσονται ¦ εσονται δυο CT
  52. Footnote μια ¦ η μια CT SCR
  53. Footnote παραληφθησεται ¦ παραλημφθησεται CT
  54. Footnote και η ¦ η δε CT
  55. Footnote αφεθησεται ¦ αφεθησεται 36 δυο εσονται εν τω αγρω ο εις παραληφθησεται και ο ετερος αφεθησεται SCR ¦ αφεθησεται 36 δυο εν τω αγρω εις παραληφθησεται και ο ετερος αφεθησεται ANT
  56. Footnote συναχθησονται οι αετοι ¦ συναχθησονται και οι αετοι PCK ¦ επισυναχθησονται και οι αετοι ANT ¦ και οι αετοι επισυναχθησονται CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.