Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7

The Unbelief of Jesus' Brothers

Καὶ 1περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου 2θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς. Οὐδεὶς γὰρ 3ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν 4ταύτην· ἐγὼ 5οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ 6καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. Ταῦτα 7δὲ εἰπὼν 8αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

Jesus at the Festival of Booths

Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, 9τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, 10ἀλλ᾽ ὡς ἐν κρυπτῷ. Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; Καὶ γογγυσμὸς 11πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· 12ἄλλοι ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.

Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη 13ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε. 14Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς; Ἀπεκρίθη 15οὖν αὐτοῖς 16ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὐ 17Μωσῆς 18δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; Ἀπεκρίθη ὁ ὄχλος 19καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ἀπεκρίθη 20Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. Διὰ τοῦτο 21Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ 22Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. Εἰ περιτομὴν λαμβάνει 23ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος 24Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν 25κρίνατε.

Is Jesus the Christ?

Ἔλεγον οὖν τινες ἐκ τῶν 26Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν 27ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 28Ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 29Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον 30ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ, 31μήτι πλείονα σημεῖα 32τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;

You Will Seek Me But Not Find Me

Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν 33ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν. Εἶπεν 34οὖν ὁ Ἰησοῦς, Ἔτι 35μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Ζητήσετέ με, καὶ οὐχ 36εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; Τίς ἐστιν 37οὗτος ὁ λόγος ὃν εἶπε, Ζητήσετέ με, καὶ οὐχ 38εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

Rivers of Living Water

Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς 39εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος 40οὗ 41ἔμελλον λαμβάνειν οἱ 42πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα 43Ἅγιον, ὅτι 44Ἰησοῦς 45οὐδέπω ἐδοξάσθη.

Division over Jesus

46

Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες 47τὸν λόγον 48ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός. 49Ἄλλοι ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 50Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος 51Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν 52Δαυίδ, 53ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν 54ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς 55ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.

The Unbelief of the Jewish Leaders

Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε 56οὕτως ἐλάλησεν ἄνθρωπος, 57ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; 58Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον 59ἐπικατάρατοί εἰσι. Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν 60νυκτὸς πρὸς αὐτόν, 61εἷς ὢν ἐξ αὐτῶν— Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ 62παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ 63εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; 64Ἐρεύνησον καὶ ἴδε ὅτι 65προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ 66ἐγήγερται.

The Woman Caught in Adultery

67

Καὶ 68ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·

Source notes (68)
  1. Footnote περιεπατει ο ιησους μετα ταυτα ¦ μετα ταυτα περιεπατει ο ιησους CT
  2. Footnote θεωρησωσι τα εργα σου ¦ θεωρησωσι τα εργα PCK ¦ θεωρησουσι σου τα εργα CT
  3. Footnote εν κρυπτω τι ¦ τι εν κρυπτω CT
  4. Footnote ταυτην ¦ --- CT
  5. Footnote ουπω ¦ ουκ NA SBL
  6. Footnote καιρος ο εμος ¦ εμος καιρος CT
  7. Footnote δε ¦ --- TH
  8. Footnote αυτοις 87.6% ¦ αυτος NA SBL TH 8.4%
  9. Footnote τοτε και αυτος ανεβη εις την εορτην ¦ εις την εορτην τοτε και αυτος ανεβη CT
  10. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  11. Footnote πολυς περι αυτου ην 89.1% ¦ πολυς ην περι αυτου MSS 6.3% ¦ περι αυτου ην πολυς CT 1.4%
  12. Footnote αλλοι ¦ αλλοι δε CT TR
  13. Footnote ο ¦ --- CT
  14. Footnote και εθαυμαζον ¦ εθαυμαζον ουν CT
  15. Footnote ουν ¦ --- TR
  16. Footnote ο ¦ --- WH
  17. Footnote μωσης ¦ μωυσης ANT CT
  18. Footnote δεδωκεν ¦ εδωκεν WH
  19. Footnote και ειπε ¦ --- CT
  20. Footnote ιησους ¦ ο ιησους TR
  21. Footnote μωσης ¦ μωυσης ANT CT
  22. Footnote μωσεως ¦ μωυσεως ANT CT
  23. Footnote ανθρωπος ¦ ο ανθρωπος WH
  24. Footnote μωσεως ¦ μωυσεως ANT CT
  25. Footnote κρινατε ¦ κρινετε CT
  26. Footnote ιεροσολυμιτων ¦ ιεροσολυμειτων TH WH
  27. Footnote αληθως ¦ --- CT
  28. Footnote εγω ¦ εγω δε TR
  29. Footnote πολλοι δε εκ του οχλου ¦ εκ του οχλου δε πολλοι CT
  30. Footnote οτι ¦ --- CT
  31. Footnote μητι ¦ μη CT
  32. Footnote τουτων ¦ --- CT PCK
  33. Footnote υπηρετας οι φαρισαιοι και οι αρχιερεις ¦ οι φαρισαιοι και οι αρχιερεις υπηρετας TR ¦ οι αρχιερεις και οι φαρισαιοι υπηρετας CT
  34. Footnote ουν ¦ ουν αυτοις TR
  35. Footnote μικρον χρονον ¦ χρονον μικρον CT
  36. Footnote ευρησετε ¦ ευρησετε με NA WH
  37. Footnote ουτος ο λογος ¦ ο λογος ουτος CT
  38. Footnote ευρησετε ¦ ευρησετε με NA WH
  39. Footnote ειστηκει ¦ ιστηκει TH WH
  40. Footnote ου ¦ ο NA PCK TH
  41. Footnote εμελλον 𝔐pt ¦ ημελλον 𝔐pt PCK
  42. Footnote πιστευοντες ¦ πιστευσαντες CT
  43. Footnote αγιον 96.9% ¦ --- NA SBL WH 2%
  44. Footnote ιησους ¦ ο ιησους TR
  45. Footnote ουδεπω ¦ ουπω WH
  46. Footnote πολλοι ουν εκ του οχλου ¦ εκ του οχλου ουν CT
  47. Footnote τον λογον 𝔐578 53.2% ¦ των λογων 𝔐276 18.3% ¦ τον λογον αυτου MSS 8.4% ¦ τον λογον τουτον MSS 7.7% ¦ των λογων τουτων CT 5%
  48. Footnote ελεγον 98.2% ¦ ελεγον οτι WH 1.5%
  49. Footnote αλλοι ¦ αλλοι δε TR ¦ οι δε CT
  50. Footnote ουχι ¦ ουχ CT
  51. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  52. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  53. Footnote ο χριστος ερχεται 97.1% ¦ ερχεται ο χριστος CT 0.8%
  54. Footnote εν τω οχλω εγενετο ¦ εγενετο εν τω οχλω CT
  55. Footnote επεβαλεν ¦ εβαλεν WH
  56. Footnote ουτως ελαλησεν ¦ ελαλησεν ουτως CT
  57. Footnote ως ουτος ο ανθρωπος 96.9% ¦ --- CT 1.1%
  58. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  59. Footnote επικαταρατοι ¦ επαρατοι CT
  60. Footnote νυκτος προς αυτον 88.3% ¦ προς αυτον νυκτος MSS 8% ¦ προς αυτον CT 0.7%
  61. Footnote εις 95.7% ¦ το προτερον εις NA 2.8% ¦ προτερον εις SBL TH WH 0.7%
  62. Footnote παρ αυτου προτερον ¦ πρωτον παρ αυτου CT
  63. Footnote ειπον ¦ ειπαν CT
  64. Footnote ερευνησον ¦ εραυνησον CT
  65. Footnote προφητης εκ της γαλιλαιας 96.8% ¦ εκ της γαλιλαιας προφητης CT 2.2%
  66. Footnote εγηγερται ¦ εγειρεται CT
  67. Footnote {include 7:53–8:11} 78.7% ¦ {omit 7:53–8:11} SBL TH 16.8% {Note: ANT, NA, and WH enclose this text with double brackets. WH places it in a separate section after chapter 21.}
  68. Footnote επορευθη μ3,5 [35.7%] ¦ απηλθεν μ6,7 ANT HF PCK [45.2%] ¦ επορευθησαν μ1,2 NA WH [10.7%] ¦ απηλθον μ4 [7.6%]

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.