The Text-Critical Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8
Ἰησοῦς δὲ ἐπορεύθη 2εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ὄρθρου δὲ 3πάλιν 4παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ 5λαὸς 6ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 7Ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα 8ἐν μοιχείᾳ 9καταληφθεῖσαν· καὶ στήσαντες αὐτὴν ἐν 10μέσῳ, 11λέγουσιν αὐτῷ, 12πειράζοντες, Διδάσκαλε, 13αὕτη ἡ γυνὴ κατελήφθη ἐπ᾽ 14αὐτοφόρῳ μοιχευομένη. 15Ἐν δὲ τῷ νόμῳ 16Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας 17λιθοβολεῖσθαι· σὺ οὖν τί 18λέγεις; Τοῦτο δὲ 19ἔλεγον 20πειράζοντες αὐτόν, ἵνα 21ἔχωσι 22κατηγορεῖν αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, 23τῷ δακτύλῳ 24ἔγραφεν εἰς τὴν γῆν, 25μὴ προσποιούμενος. Ὡς δὲ ἐπέμενον 26ἐρωτῶντες αὐτόν, 27ἀνακύψας εἶπε 28πρὸς αὐτούς, Ὁ ἀναμάρτητος ὑμῶν, 29πρῶτον 30ἐπ᾽ αὐτὴν τὸν λίθον βαλέτω. Καὶ πάλιν 31κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. Οἱ δέ, ἀκούσαντες, 32καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, 33ἐξήρχοντο εἷς 34καθ᾽ εἷς, ἀρξάμενοι ἀπὸ τῶν 35πρεσβυτέρων· καὶ κατελείφθη 36μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ 37οὖσα. 38Ἀνακύψας δὲ ὁ Ἰησοῦς, 39καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικός, εἶπεν 40αὐτῇ, 41Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; Ἡ δὲ εἶπεν, Οὐδείς, Κύριε. Εἶπε 42δὲ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε 43κρίνω· πορεύου 44καὶ μηκέτι ἁμάρτανε.
I Am the Light of the World
Πάλιν οὖν 45αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν 46ἐμοὶ οὐ μὴ 47περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου· ὅτι οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω· 48ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω. Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ 49ἀληθής ἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. Ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν ὁ πατήρ σου; Ἀπεκρίθη 50Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου 51ᾔδειτε ἄν. Ταῦτα τὰ ῥήματα ἐλάλησεν 52ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Where I Am Going, You Cannot Come
Εἶπεν οὖν πάλιν αὐτοῖς 53ὁ Ἰησοῦς, Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Καὶ 54εἶπεν αὐτοῖς, Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ 55τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; 56Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα 57λέγω εἰς τὸν κόσμον. Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. Εἶπεν οὖν 58αὐτοῖς ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατήρ 59μου, ταῦτα λαλῶ· καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον 60ὁ πατήρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
The Truth Will Set You Free
Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε· καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ἀπεκρίθησαν 61αὐτῷ, Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 62Ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρί 63μου, λαλῶ· καὶ ὑμεῖς οὖν 64ὃ 65ἑωράκατε παρὰ 66τῷ πατρὶ ὑμῶν, ποιεῖτε.
Ἀπεκρίθησαν καὶ 67εἶπον αὐτῷ, Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τέκνα τοῦ Ἀβραὰμ 68ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ 69ἐποιεῖτε. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. 70Εἶπον 71οὖν αὐτῷ, Ἡμεῖς ἐκ πορνείας 72οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν. Εἶπεν 73οὖν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλε. Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Ὑμεῖς ἐκ 74τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ 75οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ 76δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.
Before Abraham Was, I Am
Ἀπεκρίθησαν 77οὖν οἱ Ἰουδαῖοι καὶ 78εἶπον αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι 79Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις; Ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν 80λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 81Εἶπον 82οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ 83γεύσηται θανάτου εἰς τὸν αἰῶνα. Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; Καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν 84σὺ ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ 85δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς 86ἡμῶν ἐστι, καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν, 87καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος 88ὑμῶν, ψεύστης· 89ἀλλ᾽ οἶδα αὐτόν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη. 90Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Εἶπεν 91οὖν αὐτοῖς 92ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, 93διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.
Source notes (93)
- Footnote ιησους δε επορευθη μ1,3,5,7 [55.5%] ¦ και ο ιησους επορευθη μ6 HF [23.5%] ¦ και ιησους επορευθη μ4 [5.1%] ¦ ιησους δε επορευετο μ2 [4.8%] ¦ επορευθη ο ιησους λ2 [3.6%]
- Footnote εις μ1,2,4,5,6,7 λ2 [97.6%] ¦ προς μ3 [2.2%]
- Footnote παλιν μ1,2,3,4,5,7 λ2 [64.8%] ¦ παλιν βαθεος μ6(60) [19.4%] ¦ παλιν βαθεως μ6(38) HF [13.1%]
- Footnote παρεγενετο μ1(3),2,3,5,7 λ2 [64.6%] ¦ ηλθεν ο ιησους μ6 HF [27.2%] ¦ ηλθεν μ4 [4.2%] ¦ παρεγινετο μ1(5) [1.6%]
- Footnote λαος μ1,3(12),5,6,7 λ2 [83.3%] ¦ οχλος μ2,3(19),4(12) [14%] ¦ omit και πας ο λαος ηρχετο και καθισας εδιδασκεν αυτους μ4(7) [1.4%]
- Footnote ηρχετο μ5 [14.5%] ¦ ηρχετο προς αυτον μ1,2,3,4(12),6,7 λ2 ANT HF NA PCK TR WH [81.6%] ¦ omit και πας ο λαος ηρχετο και καθισας εδιδασκεν αυτους μ4(7) [1.4%]
- Footnote αγουσι δε … προς αυτον γυναικα μ1,3,5,7 [46.7%] ¦ αγουσι δε … γυναικα μ2,4(9),6 λ2 ANT NA WH [20.3%] ¦ αγουσι τω ιησου … γυναικα λ1 [14.3%] ¦ αγουσιν … γυναικα MSS [5.8%] ¦ και προσηνεγκαν αυτω … γυναικα μ4(9) [1.4%]
- Footnote εν μ5 [16.9%] ¦ επι μ1,2,3,4,6,7 λ1,2 ANT HF NA PCK WH [82.4%]
- Footnote καταληφθεισαν μ5 [13.3%] ¦ κατειλημμενην μ1,2,3,4,6,7 λ1,2 ANT HF NA PCK TR WH [67.3%] ¦ κατηλημμενην MSS [5.9%]
- Footnote μεσω μ1,2,5,7 λ1,2(20) [66.9%] ¦ τω μεσω μ3,4,6 λ2(15) HF [31.2%]
- Footnote λεγουσιν μ1,2,5,7 λ1,2 [71%] ¦ ειπον μ3,4,6 HF [27.9%]
- Footnote πειραζοντες μ1,5 [23.5%] ¦ --- μ2,3,4,6,7 λ1,2 ANT HF NA PCK TR WH [75.8%]
- Footnote αυτη η γυνη κατεληφθη … μοιχευομενη μ5 [13.7%] ¦ ταυτην ευρομεν … μοιχευομενην μ6,7 HF PCK [43.4%] ¦ αυτη η γυνη κατειληπται … μοιχευομενη μ1 λ1,2 ANT NA WH [15.5%] ¦ αυτη η γυνη ειληπται … μοιχευομενη μ2,3,4 [8.6%] ¦ αυτη η γυνη κατειληφθη … μοιχευομενη TR [0.8%]
- Footnote αυτοφορω μ1,2,3,4,5(127),6(36) λ1(121),2(22) [48.5%] ¦ αυτοφωρω μ5(70),6(39),7 λ1(71),2(12) ANT HF NA PCK TR WH [39.5%]
- Footnote εν δε μ1,2,3,4,5,6,7 λ2 [82.5%] ¦ και εν λ1 ANT [17.1%]
- Footnote μω[υ]σης ημιν ενετειλατο μ1,5 [21.3%] ¦ ημων μω[υ]σης ενετειλατο μ2,3(15),6,7 λ1,2 ΑΝΤ HF PCK [54.5%] ¦ ημιν μωυσης ενετειλατο μ3(15),4 NA WH [5.8%] ¦ μωυσης ενετειλατο ημιν MSS [5.4%]
- Footnote λιθοβολεισθαι μ1,5,7 [37.5%] ¦ λιθαζειν μ2,3,4,6 λ1,2 ANT HF NA WH [54.4%]
- Footnote λεγεις μ5,7 λ1,2 [61.2%] ¦ λεγεις περι αυτης μ1,2,3,4,6 HF [37.9%]
- Footnote ελεγον μ1,3,4,5,6,7 [73.9%] ¦ ειπον μ2 λ1,2 ANT [23.5%]
- Footnote πειραζοντες αυτον μ1,3,4,5,6,7 [73.5%] ¦ εκπειραζοντες αυτον μ2 λ1,2 ANT [21%]
- Footnote εχωσι μ4,5,6,7 [71.4%] ¦ σχωσι μ2,3 λ1,2 ANT [24%] ¦ ευρωσι μ1 [1.5%]
- Footnote κατηγορειν μ1,5 [21.9%] ¦ κατηγοριαν κατ μ2,3,4,6,7 λ1 ANT HF PCK [67.1%] ¦ κατηγοριαν λ2 [6.1%]
- Footnote τω δακτυλω μ1,2,3,4(10),5,6,7 λ1,2 [96.1%] ¦ --- μ4(9) [1.6%]
- Footnote εγραφεν μ1,3,4,5(97),6,7 λ1,2 [84.2%] ¦ κατεγραφεν μ2,5(110) NA WH [12.9%]
- Footnote μη προσποιουμενος μ1,5,7 [46.4%] ¦ --- μ2,3,4,6 λ1,2 ANT HF NA ST WH [50.1%]
- Footnote ερωτωντες μ1,3,4,5,7 λ1,2 [66.8%] ¦ επερωτωντες μ2,6 HF [27.9%]
- Footnote ανακυψας μ1,5,7 [50.1%] ¦ ανεκυψε και μ2,3 λ1,2 ANT NA WH [24.8%] ¦ αναβλεψας μ4,6 HF [23%]
- Footnote προς αυτους μ1,5,7 [50.7%] ¦ αυτοις μ2,3,4,6 λ1,2 ANT HF NA WH [47.7%]
- Footnote πρωτος μ1,2,3,4,5(98),6,7 λ1,2 [89.3%] ¦ πρωτον μ5(109) RP [8.5%]
- Footnote επ αυτην [τον] λιθον βαλ[λ]ετω μ5 [23.3%] ¦ λιθον βαλ[λ]ετω επ αυτην μ4,6 HF [22.6%] ¦ βαλετω λιθον επ αυτην λ1,2 ANT [18%] ¦ τον λιθον επ αυτη βαλ[λ]ετω μ7 PCK TR [17.2%] ¦ επ αυτη [τον] λιθον βαλ[λ]ετω μ1,2,3 [7.5%] ¦ επ αυτην βαλετω λιθον NA WH [0.3%]
- Footnote κατω κυψας μ1,2,3,4,5,6,7 λ1,2 [94.4%] ¦ κατακυψας NA WH [2.2%]
- Footnote οι δε ακουσαντες και υπο της συνειδησεως ελεγχομενοι μ1,5,7 [46.8%] ¦ οι δε ακουσαντες μ2,3,6 λ1 ANT HF NA WH [37.9%] ¦ οι δε ακουσαντες και υπο της ιδιας συνειδησεως ελεγχομενοι λ2 [1.9%] ¦ --- μ4 [2.2%]
- Footnote εξηρχοντο μ1,2,3,5,6,7 λ1,2 [92.1%] ¦ και εξηλθον μ4 [1.6%]
- Footnote καθεις μ2,3,4,5,6,7 λ1,2 [95%] ¦ εκαστος αυτων μ1 [1.4%]
- Footnote πρεσβυτερων μ5 λ1,2(16) [35.8%] ¦ πρεσβυτερων εως των εσχατων μ1,2,3,4,6,7 λ2(19) HF PCK TR [60.8%]
- Footnote μονος ο ιησους μ2,5,7 [53.7%] ¦ ο ιησους μ3,4 λ1,2 ANT [21%] ¦ ο ιησους μονος μ1,6 [17.2%] ¦ ιησους μονος MSS [5.1%] ¦ μονος NA WH [1.4%]
- Footnote ουσα μ2,3,4,5,6,7 λ1,2 [96.3%] ¦ εστωσα μ1 TR [2.4%]
- Footnote ανακυψας μ1,2,3,5,6,7 λ1,2 [95%] ¦ αναβλεψας μ4 [3.6%]
- Footnote και μηδενα θεασαμενος πλην της γυναικος μ3,5,7 [47.6%] ¦ ειδεν αυτην και μ4,6 λ2(16) HF [23.9%] ¦ --- μ1,2 λ1,2(20) ANT NA WH [25.1%]
- Footnote αυτη μ5,7 [35.3%] ¦ αυτη γυναι μ1,2,3 λ1,2 ANT NA WH [39.2%] ¦ γυναι μ4,6 HF [23.6%] ¦ αυτη η γυνη TR [0.6%]
- Footnote που εισιν εκεινοι οι κατηγοροι σου μ5,7 [34%] ¦ που εισιν οι κατηγοροι σου μ1,2,3,6(55) λ2 HF [37.9%] ¦ που εισιν μ4,6(41) λ1 ANT NA WH [19.9%]
- Footnote ειπε δε ο ιησους μ1,2,5 λ1,2 [43.1%] ¦ ειπε δε αυτη ο ιησους μ6,7 HF PCK TR [48.9%] ¦ ο δε ιησους ειπεν αυτη μ3,4 [4.4%]
- Footnote κρινω μ5 [11.9%] ¦ κατακρινω μ1,2,3,4,6,7 λ1,2 ANT HF NA PCK TR WH [86.6%]
- Footnote και μ4,5 [20.7%] ¦ και απο του νυν μ1,2,3,6,7 λ1,2 ANT HF NA PCK [70.3%] ¦ απο του νυν και [5%] ¦ απο του νυν WH [0.5%]
- Footnote αυτοις ο ιησους ελαλησε ¦ ο ιησους αυτοις ελαλησε TR ¦ αυτοις ελαλησεν ο ιησους CT
- Footnote εμοι ¦ μοι WH
- Footnote περιπατηση ¦ περιπατησει TR
- Footnote υμεις δε ουκ οιδατε ποθεν ερχομαι και που υπαγω 𝔐pt ¦ υμεις δε ουκ οιδατε ποθεν ερχομαι η που υπαγω ANT CT PCK ¦ --- 𝔐pt
- Footnote αληθης 97.5% ¦ αληθινη CT 1%
- Footnote ιησους ¦ ο ιησους TR
- Footnote ηδειτε αν ¦ αν ηδειτε CT
- Footnote ο ιησους ¦ --- CT
- Footnote ο ιησους 91.7% ¦ --- CT 1.7%
- Footnote ειπεν ¦ ελεγεν CT
- Footnote του κοσμου τουτου 95.5% ¦ τουτου του κοσμου CT 0.7%
- Footnote και ¦ --- CT
- Footnote λεγω ¦ λαλω CT
- Footnote αυτοις 96.5% ¦ --- SBL TH WH 0.8%
- Footnote μου ¦ --- NA SBL WH
- Footnote ο πατηρ ¦ --- CT
- Footnote αυτω ¦ και ειπον αυτω PCK ¦ προς αυτον CT
- Footnote εγω ο 92.2% ¦ α εγω CT 0.6%
- Footnote μου 95.4% ¦ --- CT 1.1%
- Footnote ο ¦ α CT
- Footnote εωρακατε 86.7% ¦ ηκουσατε CT 9.9%
- Footnote τω πατρι υμων 88.9% ¦ του πατρος υμων MSS 9.1% ¦ του πατρος CT 0.5%
- Footnote ειπον ¦ ειπαν CT
- Footnote ητε ¦ εστε CT
- Footnote εποιειτε KX(84) ¦ εποιειτε αν KX(77) TR ¦ ποιειτε WH
- Footnote ειπον ¦ ειπαν NA SBL WH
- Footnote ουν ¦ --- SBL TH WH
- Footnote ου γεγεννημεθα ¦ ουκ εγεννηθημεν WH
- Footnote ουν ¦ --- CT SCR
- Footnote του ¦ --- TR
- Footnote οὐχ ἕστηκεν ¦ οὐκ ἔστηκεν CT
- Footnote δε ¦ --- CT
- Footnote ουν ¦ --- CT
- Footnote ειπον ¦ ειπαν CT
- Footnote σαμαρειτης ¦ σαμαριτης NA SBL
- Footnote λογον τον εμον ¦ εμον λογον CT
- Footnote ειπον ¦ ειπαν WH
- Footnote ουν ¦ --- SBL TH WH
- Footnote γευσηται ¦ γευσεται TR
- Footnote συ ¦ --- CT
- Footnote δοξαζω ¦ δοξασω CT
- Footnote ημων ¦ υμων ANT TH TR WH
- Footnote και εαν ¦ καν CT
- Footnote υμων 93% ¦ υμιν NA SBL WH 3.3%
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote ειπον ¦ ειπαν WH
- Footnote ουν KX(98) ¦ --- KX(64) ANT CT HF PCK RP TR
- Footnote ο ¦ --- NA SBL WH
- Footnote διελθων δια μεσου αυτων και παρηγεν ουτως 89.7% ¦ --- CT 1%
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.