Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6

The Feeding of the Five Thousand

Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας, τῆς Τιβεριάδος. 1Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι 2ἑώρων 3αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀνῆλθε δὲ εἰς τὸ ὄρος 4ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. Ἐπάρας οὖν 5ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς, καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς 6τὸν Φίλιππον, Πόθεν 7ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι; Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί 8ἔμελλε ποιεῖν. Ἀπεκρίθη 9αὐτῷ Φίλιππος, Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος 10αὐτῶν βραχύ 11τι λάβῃ. Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, Ἔστι παιδάριον 12ἓν ὧδε, 13ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Εἶπε 14δὲ ὁ Ἰησοῦς, Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. 15Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν 16ὡσεὶ πεντακισχίλιοι. Ἔλαβε 17δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκε 18τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα 19κλάσματα, ἵνα μή τι ἀπόληται. Συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ 20ἐπερίσσευσε τοῖς βεβρωκόσιν. Οἱ οὖν ἄνθρωποι ἰδόντες 21ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν 22αὐτὸν βασιλέα, 23ἀνεχώρησεν εἰς τὸ ὄρος αὐτὸς μόνος.

Jesus Walks on Water

Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ἐμβάντες εἰς 24τὸ πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς 25Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ 26οὐκ 27ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος 28διηγείρετο. Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου 29γινόμενον· καὶ ἐφοβήθησαν. Ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον· καὶ εὐθέως 30τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

I Am the Bread of Life

Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, 31ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν 32ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ 33πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον— 34ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου— ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, 35ἐνέβησαν αὐτοὶ εἰς τὰ 36πλοῖα, καὶ ἦλθον εἰς 37Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν.

Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, 38Ῥαββί, πότε ὧδε γέγονας; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ Θεός. Εἶπον οὖν πρὸς αὐτόν, Τί 39ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Ἀπεκρίθη 40Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα 41πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Εἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ; Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ 42Μωσῆς 43δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ· ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Εἶπον οὖν πρὸς αὐτόν, Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.

Εἶπε 44δὲ αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός 45με οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ 46διψήσῃ πώποτε. Ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε. Πᾶν ὃ δίδωσί μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρός 47με οὐ μὴ ἐκβάλω ἔξω. Ὅτι καταβέβηκα 48ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με 49πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, 50ἀλλὰ ἀναστήσω 51αὐτὸ 52τῇ ἐσχάτῃ ἡμέρᾳ. Τοῦτο 53δέ ἐστι τὸ θέλημα τοῦ 54πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ 55τῇ ἐσχάτῃ ἡμέρᾳ.

Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ. Καὶ ἔλεγον, 56Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς 57οὖν λέγει 58οὗτος ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀπεκρίθη 59οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Μὴ γογγύζετε μετ᾽ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός 60με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, 61καὶ ἐγὼ ἀναστήσω αὐτὸν 62ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ 63Θεοῦ. Πᾶς 64οὖν ὁ 65ἀκούων παρὰ τοῦ πατρὸς καὶ μαθών, ἔρχεται πρός 66με. Οὐχ ὅτι τὸν πατέρα 67τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων 68εἰς ἐμέ, ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οἱ πατέρες ὑμῶν ἔφαγον 69τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, 70ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, 71ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν 72σάρκα φαγεῖν; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, 73καὶ ἐγὼ ἀναστήσω αὐτὸν 74τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου 75ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος 76ζήσεται δι᾽ ἐμέ. Οὗτός ἐστιν ὁ ἄρτος ὁ 77ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες 78ὑμῶν 79τὸ μάννα, καὶ ἀπέθανον· ὁ τρώγων 80τοῦτον τὸν ἄρτον, 81ζήσεται εἰς τὸν αἰῶνα. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν 82Καπερναούμ.

The Words of Eternal Life

Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ 83εἶπον, Σκληρός ἐστιν 84οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ 85λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. 86Ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγε, Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός 87μου.

Ἐκ τούτου πολλοὶ 88ἀπῆλθον 89τῶν μαθητῶν 90αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη 91οὖν αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ 92Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ 93τοῦ ζῶντος. Ἀπεκρίθη 94αὐτοῖς, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; Ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος 95Ἰσκαριώτην· οὗτος γὰρ 96ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς 97ὢν ἐκ τῶν δώδεκα.

Source notes (97)
  1. Footnote και ηκολουθει ¦ ηκολουθει δε CT
  2. Footnote εωρων 93.5% ¦ εθεωρουν NA SBL WH 2.6%
  3. Footnote αυτου ¦ --- CT
  4. Footnote ο ¦ --- CT
  5. Footnote ο ιησους τους οφθαλμους ¦ τους οφθαλμους ο ιησους CT
  6. Footnote τον ¦ --- CT
  7. Footnote αγορασομεν 𝔐pt ¦ αγορασωμεν 𝔐pt ANT CT
  8. Footnote εμελλε 𝔐pt ¦ ημελλε 𝔐pt PCK
  9. Footnote φιλιππος ¦ ο φιλιππος NA
  10. Footnote αυτων ¦ --- CT
  11. Footnote τι ¦ --- WH
  12. Footnote εν ¦ --- CT
  13. Footnote ο ¦ ος ANT CT
  14. Footnote δε ¦ --- CT
  15. Footnote ανεπεσον 𝔐pt ¦ ανεπεσαν 𝔐pt CT
  16. Footnote ωσει ¦ ως CT
  17. Footnote δε ¦ ουν CT
  18. Footnote τοις μαθηταις οι δε μαθηται ¦ --- CT
  19. Footnote κλασματα ¦ των κλασματων PCK
  20. Footnote επερισσευσε ¦ επερισσευσαν CT
  21. Footnote ο εποιησεν σημειον ο ιησους 89% ¦ το σημειον ο εποιησεν ο ιησους MSS 5.5% ¦ ο εποιησεν σημειον NA SBL TH 0.5% ¦ α εποιησεν σημεια WH 0.3%
  22. Footnote αυτον ¦ --- CT
  23. Footnote ανεχωρησεν ¦ ανεχωρησε παλιν ANT CT PCK TR
  24. Footnote το ¦ --- CT
  25. Footnote καπερναουμ ¦ καφαρναουμ CT
  26. Footnote ουκ ¦ ουπω CT
  27. Footnote εληλυθει προς αυτους 83% ¦ εληλυθη προς αυτους MSS 7.2% ¦ προς αυτους εληλυθει TH 0.8%
  28. Footnote διηγειρετο ¦ διεγειρετο CT
  29. Footnote γινομενον ¦ γεινομενον TH
  30. Footnote το πλοιον εγενετο ¦ εγενετο το πλοιον CT
  31. Footnote ιδων ¦ ειδον CT
  32. Footnote εκεινο εις ο ενεβησαν οι μαθηται αυτου 74.8% ¦ εκεινο εις ο ανεβησαν οι μαθηται αυτου MSS 11.1% ¦ --- CT 4.1%
  33. Footnote πλοιαριον ¦ πλοιον CT
  34. Footnote ἄλλα δὲ ἦλθε πλοιάρια 77% ¦ ἄλλα δὲ ἦλθον πλοιάρια MSS 9.4% ¦ ἄλλα (ἀλλὰ SBL) ἦλθε πλοιάρια NA 0.1% ¦ ἄλλα (ἀλλὰ WH) ἦλθε πλοῖα TH 0.1%
  35. Footnote ενεβησαν αυτοι 75% ¦ ανεβησαν αυτοι MSS 12.2% ¦ ενεβησαν και αυτοι TR 5.3%
  36. Footnote πλοια ¦ πλοιαρια CT
  37. Footnote καπερναουμ ¦ καφαρναουμ CT
  38. Footnote ραββι ¦ ραββει TH WH
  39. Footnote ποιωμεν ¦ ποιουμεν ST
  40. Footnote ιησους ¦ ο ιησους NA SBL TR WH
  41. Footnote πιστευσητε ¦ πιστευητε CT
  42. Footnote μωσης ¦ μωυσης ANT CT
  43. Footnote δεδωκεν ¦ εδωκεν WH
  44. Footnote δε ¦ --- CT
  45. Footnote με ¦ εμε CT
  46. Footnote διψηση ¦ διψησει CT
  47. Footnote με ¦ εμε NA TH
  48. Footnote εκ ¦ απο CT
  49. Footnote πατρος ¦ --- CT
  50. Footnote αλλα ¦ αλλ NA28
  51. Footnote αυτο KX(75) ¦ αυτον KX(86) HF
  52. Footnote τη 𝔐pt ¦ εν τη 𝔐pt ANT NA PCK TR
  53. Footnote δε ¦ γαρ CT
  54. Footnote πεμψαντος με ¦ πατρος μου CT
  55. Footnote τη ¦ εν τη NA
  56. Footnote ουχ ¦ ουχι WH
  57. Footnote ουν 98.9% ¦ νυν CT 0.6%
  58. Footnote ουτος 92.8% ¦ --- CT 4.8%
  59. Footnote ουν ο ¦ --- CT
  60. Footnote με ¦ εμε TH
  61. Footnote και εγω ¦ καγω CT
  62. Footnote εν ¦ --- ANT TR
  63. Footnote θεου ¦ του θεου TR
  64. Footnote ουν ¦ --- ANT CT
  65. Footnote ακουων ¦ ακουσας CT TR
  66. Footnote με ¦ εμε CT
  67. Footnote τις εωρακεν ¦ εωρακε τις CT
  68. Footnote εις εμε 98.9% ¦ --- CT 0.7%
  69. Footnote το μαννα εν τη ερημω ¦ εν τη ερημω το μαννα CT
  70. Footnote ζησεται ¦ ζησει NA SBL WH
  71. Footnote ην εγω δωσω ¦ --- CT
  72. Footnote σαρκα ¦ σαρκα αυτου NA SBL WH
  73. Footnote και εγω ¦ καγω CT
  74. Footnote τη KX(82) ¦ εν τη KX(81) ANT
  75. Footnote αληθως … αληθως 71.3% ¦ αληθης … αληθης CT 22.5%
  76. Footnote ζησεται ¦ ζησει CT
  77. Footnote εκ του 99.6% ¦ εξ CT 0.4%
  78. Footnote υμων 94% ¦ ημων MSS 5.4% ¦ --- CT 0.6%
  79. Footnote το μαννα 91.6% ¦ το μαννα εν τη ερημω MSS 6.1% | --- CT 1%
  80. Footnote τουτον ¦ μου τουτον PCK
  81. Footnote ζησεται KX(73) ¦ ζησει KX(89) CT
  82. Footnote καπερναουμ ¦ καφαρναουμ CT
  83. Footnote ειπον ¦ ειπαν NA SBL WH
  84. Footnote ουτος ο λογος ¦ ο λογος ουτος CT
  85. Footnote λαλω ¦ λελαληκα CT
  86. Footnote αλλ ¦ αλλα SBL WH
  87. Footnote μου ¦ --- CT
  88. Footnote απηλθον ¦ --- CT
  89. Footnote των 95.1% ¦ εκ των ANT CT 4.7%
  90. Footnote αυτου ¦ αυτου απηλθον CT
  91. Footnote ουν ¦ --- CT
  92. Footnote χριστος ο υιος 98.6% ¦ αγιος CT 0.5%
  93. Footnote του ζωντος 97.2% ¦ --- CT 1.8%
  94. Footnote αυτοις 𝔐26 ¦ αυτοις ο ιησους 𝔐7 ANT CT RP TR
  95. Footnote ισκαριωτην 96% ¦ ισκαριωτου CT 2.9%
  96. Footnote εμελλεν αυτον παραδιδοναι 78.2% ¦ ημελλεν αυτον παραδιδοναι TR 14.4% ¦ εμελλεν παραδιδοναι αυτον CT 2.9%
  97. Footnote ων ¦ --- NA SBL WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.