The Text-Critical Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5
The Healing at the Pool of Bethesda
Μετὰ ταῦτα ἦν 1ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη 2ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.
Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ 3Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος 4πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, 5ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 6Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ 7ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα 8καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ 9ἀσθενείᾳ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, 10βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ Ἰησοῦς, 11Ἔγειραι, ἆρον τὸν 12κράββατόν σου, καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν 13κράββατον αὐτοῦ καὶ περιεπάτει.
Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, Σάββατόν ἐστιν· 14οὐκ ἔξεστί σοι ἆραι τὸν 15κράββατον. 16Ἀπεκρίθη αὐτοῖς, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν 17κράββατόν σου καὶ περιπάτει. Ἠρώτησαν 18οὖν αὐτόν, Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον 19τὸν κράββατόν σου καὶ περιπάτει; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ.
Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν 20τί σοι γένηται. Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ 21ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καὶ διὰ τοῦτο ἐδίωκον 22τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Ὁ δὲ 23Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.
The Authority of the Son
Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ 24εἶπεν αὐτοῖς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν, 25ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ· ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα. Ὁ μὴ τιμῶν τὸν υἱόν, οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ 26ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες 27ζήσονται. Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως 28ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ 29καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. Μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις 30ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ 31δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.
Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω, κρίνω· καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με 32πατρός.
Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. Ὑμεῖς ἀπεστάλκατε πρὸς 33Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε 34ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν 35μείζω τοῦ 36Ἰωάννου· τὰ γὰρ ἔργα ἃ 37ἔδωκέ μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ 38ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκε. Καὶ ὁ πέμψας με πατήρ, 39αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ 40ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε 41μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 42Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· 43ἀλλ᾽ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον 44λήψεσθε. Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν 45παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν, 46Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε 47Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ 48γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;
Source notes (48)
- Footnote η 𝔐pt ¦ --- 𝔐pt CT TR
- Footnote ο ¦ --- CT
- Footnote βηθεσδα 97.1% ¦ βηθζαθα NA WH 0.2%
- Footnote πολυ ¦ --- CT
- Footnote εκδεχομενων την του υδατος κινησιν 97.2% ¦ --- CT 0.7%
- Footnote αγγελος γαρ κατα καιρον κατεβαινεν εν τη κολυμβηθρα και … το υδωρ ο ουν πρωτος εμβας μετα την ταραχην του υδατος υγιης εγινετο ω δηποτε κατειχετο νοσηματι 99.1% ¦ --- CT 0.8%
- Footnote εταρασσε ¦ εταρασσετο ANT
- Footnote και 𝔐21 ¦ --- 𝔐13 PCK RP SBL ST
- Footnote ασθενεια ¦ ασθενεια αυτου ANT CT
- Footnote βαλη ¦ βαλλη TR
- Footnote εγειραι 𝔐pt ¦ εγειρε 𝔐pt ANT CT
- Footnote κραββατον 𝔐pt ¦ κραβαττον 𝔐pt ANT CT
- Footnote κραββατον 𝔐pt ¦ κραβαττον 𝔐pt ANT CT
- Footnote ουκ ¦ και ουκ CT
- Footnote κραββατον 𝔐pt ¦ κραβαττον 𝔐pt ANT SBL TH WH ¦ κραβαττον σου NA
- Footnote απεκριθη ¦ ο δε απεκριθη NA TH ¦ ος δε απεκριθη SBL WH
- Footnote κραββατον 𝔐pt ¦ κραβαττον 𝔐pt ANT CT
- Footnote ουν ¦ --- NA TH WH
- Footnote τον κραββατον σου 𝔐pt ¦ τον κραβαττον σου 𝔐pt ¦ --- CT
- Footnote τι σοι KX(99) ¦ σοι τι KX(64) ANT CT
- Footnote ανηγγειλε ¦ ειπε WH
- Footnote τον ιησουν οι ιουδαιοι και εζητουν αυτον αποκτειναι 92% ¦ οι ιουδαιοι τον ιησουν CT 1.3%
- Footnote ιησους ¦ --- SBL TH WH
- Footnote ειπεν ¦ ελεγεν CT
- Footnote εαν ¦ αν WH
- Footnote ακουσονται ¦ ακουσουσι CT
- Footnote ζησονται ¦ ζησουσιν CT
- Footnote εδωκε και τω υιω ¦ και τω υιω εδωκε CT
- Footnote και ¦ --- CT
- Footnote ακουσονται ¦ ακουσουσι CT
- Footnote δε ¦ --- WH
- Footnote πατρος ¦ --- CT
- Footnote ιωαννην ¦ ιωανην WH
- Footnote αγαλλιαθηναι ¦ αγαλλιασθηναι TR
- Footnote μειζω ¦ μειζων TH
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote εδωκε ¦ δεδωκε CT
- Footnote εγω ¦ --- CT
- Footnote αυτος 98.1% ¦ εκεινος CT 0.8%
- Footnote ακηκοατε πωποτε ¦ πωποτε ακηκοατε CT
- Footnote μενοντα εν υμιν ¦ εν υμιν μενοντα CT
- Footnote ερευνατε ¦ εραυνατε CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote ληψεσθε ¦ λημψεσθε CT
- Footnote παρα αλληλων 76.4% ¦ παρα ανθρωπων PCK 23% ¦ παρ αλληλων SBL WH 0.1%
- Footnote μωσης ¦ μωυσης ANT CT
- Footnote μωσει 𝔐18 ¦ μωση 𝔐13 RP TR ¦ μωυσει ANT CT
- Footnote γαρ εμου ¦ εμου γαρ PCK
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.