The Text-Critical Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4
Jesus Speaks with a Samaritan Woman
Ὡς οὖν ἔγνω ὁ 1Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ 2Ἰωάννης— καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ— ἀφῆκε τὴν Ἰουδαίαν, καὶ 3ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς 4Σαμαρείας. Ἔρχεται οὖν εἰς πόλιν τῆς 5Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου 6ὃ ἔδωκεν Ἰακὼβ 7Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν 8ὡσεὶ ἕκτη.
Ἔρχεται γυνὴ ἐκ τῆς 9Σαμαρείας ἀντλῆσαι ὕδωρ· λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι 10πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ 11Σαμαρεῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ 12πιεῖν αἰτεῖς, 13οὔσης γυναικὸς Σαμαρείτιδος;—Οὐ γὰρ 14συγχρῶνται Ἰουδαῖοι 15Σαμαρείταις. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι 16πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ 17ἡ γυνή, Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Ἀπεκρίθη 18Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ 19διψήσῃ εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ 20ἔρχομαι ἐνθάδε ἀντλεῖν.
Λέγει αὐτῇ 21ὁ Ἰησοῦς, Ὕπαγε, φώνησον 22τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη ἡ γυνὴ καὶ 23εἶπεν, Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς 24εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν 25τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου 26δεῖ προσκυνεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς, 27Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 28Ἀλλ᾽ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας 29αὐτόν. Πνεῦμα ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι 30Μεσίας ἔρχεται—ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν 31πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
Καὶ ἐπὶ τούτῳ 32ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ 33ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, Τί ζητεῖς; ἤ, Τί λαλεῖς μετ᾽ αὐτῆς; Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνή, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις, Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα 34ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 35Ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
Ἐν 36δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ 37μαθηταί, λέγοντες, 38Ῥαββί, φάγε. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν, ἵνα 39ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Οὐχ ὑμεῖς λέγετε ὅτι 40Ἔτι 41τετράμηνός ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδού, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. 42Καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ἵνα 43καὶ ὁ σπείρων ὁμοῦ 44χαίρῃ καὶ ὁ θερίζων. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν 45ὁ ἀληθινός, ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν 46Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέ μοι πάντα 47ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ 48Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, 49ὁ Χριστός.
Jesus Heals an Official's Son
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, 50καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς γὰρ 51ὁ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες 52ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
Ἦλθεν οὖν 53πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν 54Καπερναούμ. Οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτόν, καὶ ἠρώτα 55αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· 56ἔμελλε γὰρ ἀποθνῄσκειν. Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Λέγει πρὸς αὐτὸν ὁ βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ. 57Καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ 58ᾧ εἶπεν αὐτῷ 59ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ 60ἀπήντησαν αὐτῷ, 61καὶ ἀπήγγειλαν λέγοντες ὅτι Ὁ 62παῖς σου ζῇ. Ἐπύθετο οὖν 63παρ᾽ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. 64Καὶ εἶπον αὐτῷ ὅτι 65Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ ὅτι 66ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς 67ὅτι Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 68Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
Source notes (68)
- Footnote κυριος 76.1% ¦ ιησους NA PCK SBL 22.1%
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote απηλθεν 91% ¦ απηλθε παλιν CT TR 8.7%
- Footnote σαμαρειας ¦ σαμαριας WH
- Footnote σαμαρειας ¦ σαμαριας WH
- Footnote ο ¦ ου PCK
- Footnote ιωσηφ ¦ τω ιωσηφ NA SBL WH
- Footnote ωσει ¦ ως CT
- Footnote σαμαρειας ¦ σαμαριας WH
- Footnote πιειν ¦ πειν CT
- Footnote σαμαρειτις ¦ σαμαριτις NA SBL
- Footnote πιειν ¦ πειν CT
- Footnote ουσης γυναικος σαμαρειτιδος ¦ γυναικος σαμαριτιδος ουσης NA SBL ¦ γυναικος σαμαρειτιδος ουσης TH WH
- Footnote συγχρωνται ¦ συνχρωνται TH WH
- Footnote σαμαρειταις ¦ σαμαριταις NA SBL
- Footnote πιειν ¦ πειν CT
- Footnote η γυνη 99.6% ¦ --- WH 0.1%
- Footnote ιησους ¦ ο ιησους TR
- Footnote διψηση ¦ διψησει CT
- Footnote ερχομαι 𝔐pt ¦ ερχωμαι 𝔐pt ANT PCK TH TR ¦ διερχωμαι NA SBL WH
- Footnote ο ιησους ¦ ιησους TH ¦ --- NA SBL WH
- Footnote τον ανδρα σου ¦ σου τον ανδρα WH
- Footnote ειπεν ¦ ειπεν αυτω NA SBL WH
- Footnote ειπας ¦ ειπες WH
- Footnote τω ορει τουτω ¦ τουτω τω ορει TR
- Footnote δει προσκυνειν ¦ προσκυνειν δει CT
- Footnote γυναι πιστευσον μοι ¦ πιστευε μοι γυναι CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote αὐτόν ¦ αὑτόν ST
- Footnote μεσιας ¦ μεσσιας ANT CT TR
- Footnote παντα ¦ απαντα CT
- Footnote ηλθον ¦ ηλθαν NA SBL WH
- Footnote εθαυμασαν ¦ εθαυμαζον CT
- Footnote οσα 99.4% ¦ α WH 0.2%
- Footnote εξηλθον KX(90) ¦ εξηλθον ουν KX(75) ANT TR
- Footnote δε ¦ --- CT
- Footnote μαθηται 𝔐pt ¦ μαθηται αυτου 𝔐pt PCK
- Footnote ραββι ¦ ραββει TH WH
- Footnote ποιω ¦ ποιησω CT
- Footnote ετι ¦ --- PCK
- Footnote τετραμηνος ¦ τετραμηνον TR
- Footnote και ¦ --- CT
- Footnote και ¦ --- CT
- Footnote χαιρη 𝔐21 ¦ χαιρει 𝔐13
- Footnote ο 78.8% ¦ --- CT SCR 16.6%
- Footnote σαμαρειτων ¦ σαμαριτων NA SBL
- Footnote οσα 99.5% ¦ α CT 0.4%
- Footnote σαμαρειται ¦ σαμαριται NA SBL
- Footnote ο χριστος ¦ --- CT
- Footnote και απηλθεν 91.9% ¦ --- CT 2.1%
- Footnote ο ¦ --- CT
- Footnote α ¦ οσα CT
- Footnote παλιν ο ιησους ¦ ο ιησους παλιν TR ¦ παλιν CT
- Footnote καπερναουμ ¦ καφαρναουμ CT
- Footnote αυτον ¦ --- CT
- Footnote εμελλε 𝔐pt ¦ ημελλε 𝔐pt ANT CT PCK TR
- Footnote και ¦ --- CT
- Footnote ω ¦ ον CT
- Footnote ο ¦ --- TR
- Footnote απηντησαν ¦ υπηντησαν CT
- Footnote και απηγγειλαν 87.6% ¦ και ανηγγειλαν MSS 8.9% ¦ --- CT 1.9%
- Footnote παις σου 77.5% ¦ υιος σου MSS 20.2% ¦ παις αυτου CT 1%
- Footnote παρ αυτων την ωραν ¦ την ωραν παρ αυτων CT
- Footnote και ειπον ¦ ειπαν ουν NA SBL WH ¦ ειπον ουν TH
- Footnote χθες ¦ εχθες CT
- Footnote εν ¦ --- SBL TH WH
- Footnote οτι ¦ --- CT
- Footnote τουτο ¦ τουτο δε CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.