Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3

Conversation with Nicodemus

Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· οὗτος ἦλθε πρὸς 1αὐτὸν νυκτός, καὶ εἶπεν αὐτῷ, 2Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ 3ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ. Ἀπεκρίθη 4ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. Λέγει πρὸς αὐτὸν 5ὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Ἀπεκρίθη 6Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι. Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.

Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι; Ἀπεκρίθη 7Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, 8πιστεύσετε; Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου 9ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς 10Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου· ἵνα πᾶς ὁ πιστεύων 11εἰς αὐτὸν 12μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.

Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν 13αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, 14ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν 15αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ 16δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ 17πονηρὰ αὐτῶν τὰ ἔργα. Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.

John the Baptist Exalts Christ

Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. Ἦν δὲ καὶ 18Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ 19Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ 20παρεγίνοντο καὶ ἐβαπτίζοντο. Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν 21ὁ Ἰωάννης.

Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν 22Ἰωάννου μετὰ 23Ἰουδαίου περὶ καθαρισμοῦ. Καὶ 24ἦλθον πρὸς τὸν 25Ἰωάννην καὶ 26εἶπον αὐτῷ, 27Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ἀπεκρίθη 28Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν 29οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Αὐτοὶ ὑμεῖς 30μαρτυρεῖτε ὅτι 31εἶπον, Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.

He Who Comes from Heaven

Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί. 32Καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν 33ὁ Θεὸς τὸ πνεῦμα. Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται 34τὴν ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ 35μένει ἐπ᾽ αὐτόν.

Source notes (35)
  1. Footnote αυτον 𝔐pt ¦ τον ιησουν 𝔐pt PCK TR
  2. Footnote ραββι ¦ ραββει TH WH
  3. Footnote ταυτα τα σημεια δυναται ¦ δυναται ταυτα τα σημεια CT
  4. Footnote ο 𝔐pt ¦ --- 𝔐pt ANT CT PCK
  5. Footnote ο ¦ --- PCK TH
  6. Footnote ιησους 82.2% ¦ ο ιησους TR WH 16.7%
  7. Footnote ιησους ¦ ο ιησους TR
  8. Footnote πιστευσετε 𝔐pt ¦ πιστευσητε 𝔐pt
  9. Footnote ο ων εν τω ουρανω 97.6% ¦ --- CT 1.1%
  10. Footnote μωσης ¦ μωυσης ANT CT
  11. Footnote εις αυτον 96.7% ¦ εν αυτω NA SBL WH 0.4%
  12. Footnote μη αποληται αλλ ¦ --- CT
  13. Footnote αυτου 95.9% ¦ --- CT 0.4%
  14. Footnote αλλ ¦ αλλα SBL WH
  15. Footnote αυτου ¦ --- CT
  16. Footnote δε ¦ --- WH
  17. Footnote πονηρα αυτων ¦ αυτων πονηρα CT
  18. Footnote ιωαννης ¦ ο ιωαννης NA SBL ¦ ο ιωανης WH
  19. Footnote σαλημ 𝔐pt ¦ σαλειμ 𝔐pt ANT CT TR
  20. Footnote παρεγινοντο ¦ παρεγεινοντο TH
  21. Footnote ο ιωαννης ¦ ιωανης WH
  22. Footnote ιωαννου ¦ ιωανου WH
  23. Footnote ιουδαιου 85.1% ¦ ιουδαιων TR 13.5%
  24. Footnote ηλθον ¦ ηλθαν WH
  25. Footnote ιωαννην ¦ ιωανην WH
  26. Footnote ειπον ¦ ειπαν CT
  27. Footnote ραββι ¦ ραββει TH WH
  28. Footnote ιωαννης ¦ ιωανης WH
  29. Footnote ουδεν 88.7% ¦ ουδε εν NA SBL 0.1%
  30. Footnote μαρτυρειτε ¦ μοι μαρτυρειτε ANT CT PCK TR
  31. Footnote ειπον ¦ ειπον οτι NA ¦ ειπον εγω WH
  32. Footnote και ¦ --- CT
  33. Footnote ο θεος ¦ --- CT
  34. Footnote την 𝔐22 ¦ --- 𝔐12 ANT CT RP TR
  35. Footnote μένει ¦ μενεῖ PCK

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.