The Text-Critical Greek New Testament
ΙΑΚΩΒΟΥ 5
Warning to the Rich
Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. Ἰδού, ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ 1ἀπεστερημένος ἀφ᾽ ὑμῶν, κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ 2εἰσεληλύθασιν. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν 3ὡς ἐν ἡμέρᾳ σφαγῆς. Κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
Patience in Suffering
Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. Ἰδού, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾽ 4αὐτὸν 5ἕως λάβῃ 6ὑετὸν πρώϊμον καὶ ὄψιμον. Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. Μὴ στενάζετε 7κατ᾽ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ 8κριθῆτε· ἰδού, 9ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. Ὑπόδειγμα λάβετε, 10ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν 11τῷ ὀνόματι Κυρίου. Ἰδού, μακαρίζομεν τοὺς 12ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου 13εἴδετε, ὅτι 14πολύσπλαγχνός 15ἐστι καὶ 16οἰκτίρμων.
Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ 17εἰς ὑπόκρισιν πέσητε.
The Prayer of Faith
Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω. Εὐθυμεῖ τις; Ψαλλέτω. Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτόν, ἀλείψαντες 18αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 19Ἐξομολογεῖσθε ἀλλήλοις 20τὰ παραπτώματα καὶ 21εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 22Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς 23ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. 24
Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, 25γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει 26ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
Source notes (26)
- Footnote απεστερημενος ¦ αφυστερημενος ECM† SBL WH
- Footnote εισεληλυθασιν ¦ εισεληλυθαν TH WH
- Footnote ως ¦ --- CT
- Footnote αυτον ¦ αυτω ANT CT TR
- Footnote εως ¦ εως αν PCK TR
- Footnote υετον πρωιμον 85.9% ¦ υετον προιμον MSS 6.3% ¦ προιμον CT 0.2%
- Footnote κατ αλληλων αδελφοι 78.5% ¦ αδελφοι κατ αλληλων CT 7.3% ¦ κατ αλληλων MSS 7.3%
- Footnote κριθητε ¦ κατακριθητε TR
- Footnote ο ¦ --- ST
- Footnote αδελφοι μου της κακοπαθειας ¦ αδελφοι της κακοπαθειας ECM PCK TH ¦ της κακοπαθειας αδελφοι μου TR ¦ αδελφοι της κακοπαθιας NA SBL WH
- Footnote τω ¦ εν τω CT PCK
- Footnote υπομενοντας ¦ υπομειναντας CT
- Footnote ειδετε 𝔐20 ¦ ιδετε 𝔐23 RP
- Footnote πολυσπλαγχνος 𝔐13 ¦ πολυευσπλαγχνος 𝔐7
- Footnote εστι 87.7% ¦ εστιν ο κυριος ANT CT TR 11.3%
- Footnote οικτιρμων ¦ οικτειρμων TH
- Footnote εις υποκρισιν ¦ υπο κρισιν CT SCR
- Footnote αυτον ¦ --- WH
- Footnote εξομολογεισθε ¦ εξομολογεισθε ουν CT
- Footnote τα παραπτωματα 90.1% ¦ τας αμαρτιας CT 9.7%
- Footnote ευχεσθε ¦ προσευχεσθε WH
- Footnote ηλιας ¦ ηλειας WH
- Footnote υετον εδωκε ¦ εδωκεν υετον ECM†
- Footnote αδελφοι ¦ αδελφοι μου CT
- Footnote γινωσκετω ¦ γινωσκετε WH
- Footnote ψυχην 90.9% ¦ ψυχην αυτου CT 5.7%
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.