The Text-Critical Greek New Testament
ΠΕΤΡΟΥ Α 1
Greeting
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
A Living Hope
Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ 1αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς 2ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι—εἰ δέον 3ἐστί—4λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως—5πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου—εὑρεθῇ εἰς ἔπαινον καὶ 6τιμὴν καὶ εἰς δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ 7εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ 8ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως 9ὑμῶν, σωτηρίαν ψυχῶν· περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ 10ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, 12ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς 13ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
Be Holy
Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ 14συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι 15γέγραπται, Ἅγιοι 16γένεσθε, ὅτι ἐγὼ ἅγιός 17εἰμι.
Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν 18ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ 19ἐσχάτων τῶν χρόνων δι᾽ ὑμᾶς, τοὺς δι᾽ αὐτοῦ 20πιστεύοντας εἰς Θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.
Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας 21διὰ πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ 22καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς 23ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος 24εἰς τὸν αἰῶνα. Διότι,
Πᾶσα σὰρξ ὡς χόρτος,
καὶ πᾶσα δόξα 25ἀνθρώπου ὡς ἄνθος χόρτου.
Ἐξηράνθη ὁ χόρτος,
καὶ τὸ ἄνθος 26αὐτοῦ ἐξέπεσε,
τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.
Τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
Source notes (26)
- Footnote αυτου ελεος ¦ ελεος αυτου PCK
- Footnote υμας ¦ ημας ST
- Footnote εστι ¦ --- SBL WH
- Footnote λυπηθεντες ¦ λυπηθεντας ECM NA28
- Footnote πολυ τιμιωτερον ¦ πολυτιμοτερον ANT CT
- Footnote τιμην και εις δοξαν 𝔐14 ¦ τιμην και δοξαν 𝔐6 ANT TR ¦ δοξαν και τιμην CT PCK
- Footnote ειδοτες ¦ ιδοντες CT SCR
- Footnote αγαλλιασθε ¦ αγαλλιατε WH
- Footnote υμων ¦ --- WH
- Footnote εξηρευνησαν ¦ εξηραυνησαν CT
- Footnote ερευνωντες ¦ εραυνωντες CT
- Footnote υμιν ¦ ημιν TR
- Footnote εν ¦ --- SBL TH WH
- Footnote συσχηματιζομενοι ¦ συνσχηματιζομενοι WH
- Footnote γεγραπται ¦ γεγραπται οτι NA27 SBL WH
- Footnote γενεσθε 𝔐31 ¦ γινεσθε 𝔐8 ANT HF PCK RP ¦ εσεσθε CT
- Footnote ειμι ¦ --- ECM NA28 SBL TH WH
- Footnote απροσωποληπτως ¦ απροσωπολημπτως CT
- Footnote εσχατων ¦ εσχατου CT
- Footnote πιστευοντας ¦ πιστους ECM NA SBL WH
- Footnote δια πνευματος 91.7% ¦ --- CT 7.5%
- Footnote καθαρας 99.2% ¦ --- ECM† SBL WH 0.6%
- Footnote αλλα ¦ αλλ ECM NA28 PCK
- Footnote εις τον αιωνα 90.1% ¦ --- CT 6%
- Footnote ανθρωπου ¦ αυτης CT
- Footnote αυτου ¦ --- CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.