Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΕΤΡΟΥ Α 2

Christ the Living Stone

Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ 1ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ 2αὐξηθῆτε, 3εἴπερ ἐγεύσασθε ὅτι 4Χριστὸς ὁ Κύριος· πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, 5ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους 6τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. 7Διότι περιέχει 8ἐν τῇ γραφῇ,

Ἰδού, τίθημι ἐν Σιὼν λίθον 9ἀκρογωνιαῖον,

ἐκλεκτόν, ἔντιμον,

καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.

Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, 10ἀπειθοῦσι δέ, 11

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,

οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,

καί,

Λίθος προσκόμματος

καὶ πέτρα σκανδάλου·

οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.

Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.

Live as Servants of God

Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους 12ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν 13ἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα, ἐν ᾧ 14καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων 15ἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.

Ὑποτάγητε 16οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς 17ἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν— ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας 18φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν— ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾽ ὡς 19δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα 20ἀγαπήσατε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.

The Example of Christ's Suffering

Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ 21Θεῷ. Εἰς τοῦτο 22γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς 23ἔπαθεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι 24αὐτοῦ ἰάθητε. Ἦτε γὰρ ὡς πρόβατα 25πλανώμενα, 26ἀλλ᾽ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν 27ὑμῶν.

Source notes (27)
  1. Footnote υποκρισεις ¦ υποκρισιν WH
  2. Footnote αυξηθητε 𝔐13 ¦ αυξηθητε εις σωτηριαν 𝔐6 ANT CT PCK
  3. Footnote ειπερ ¦ ει CT
  4. Footnote χριστος 𝔐38 ¦ χρηστος 𝔐15 ANT CT HF PCK RP TR
  5. Footnote ιερατευμα ¦ εις ιερατευμα CT
  6. Footnote τω ¦ --- ECM NA28 SBL TH WH
  7. Footnote διοτι ¦ διο και TR
  8. Footnote εν τη ¦ η PCK ¦ εν CT
  9. Footnote ακρογωνιαιον εκλεκτον ¦ εκλεκτον ακρογωνιαιον WH
  10. Footnote απειθουσι ¦ απιστουσι CT
  11. Footnote λιθον ¦ λιθος CT
  12. Footnote απεχεσθαι 𝔐11 ¦ απεχεσθε 𝔐9 ANT
  13. Footnote εχοντες καλην εν τοις εθνεσιν ¦ εν τοις εθνεσιν εχοντες καλην CT TR
  14. Footnote καταλαλουσιν 𝔐13 ¦ καταλαλωσιν 𝔐7
  15. Footnote εποπτευσαντες ¦ εποπτευοντες ECM† NA SBL TH WH
  16. Footnote ουν ¦ --- CT
  17. Footnote εκδικησιν 𝔐13 ¦ εκδικησιν μεν 𝔐7 ANT PCK TR
  18. Footnote φιμουν ¦ φιμοιν WH
  19. Footnote δουλοι θεου ¦ θεου δουλοι CT
  20. Footnote αγαπησατε ¦ αγαπατε ANT CT TR
  21. Footnote θεω ¦ τω θεω PCK
  22. Footnote γαρ ¦ γαρ και PCK
  23. Footnote επαθεν υπερ ημων υμιν 64% ¦ επαθεν υπερ ημων ημιν TR 10.3% ¦ επαθεν υπερ υμων υμιν CT 10.2% ¦ απεθανεν υπερ ημων υμιν MSS 5.2%
  24. Footnote αυτου ¦ --- CT
  25. Footnote πλανωμενα ¦ πλανωμενοι CT
  26. Footnote αλλ ¦ αλλα NA27 SBL WH
  27. Footnote υμων 𝔐14 ¦ ημων 𝔐5 PCK

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.