Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΕΤΡΟΥ Α 3

Wives and Husbands

Ὁμοίως, 1αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, 2καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου 3κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ 4πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον 5τοῦ Θεοῦ πολυτελές. Οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι 6ἐπὶ 7τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα 8ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς 9ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

Οἱ ἄνδρες, ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ 10συγκληρονόμοι χάριτος 11ζωῆς, εἰς τὸ μὴ 12ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Suffering for Righteousness' Sake

Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, 13φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, 14εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.

Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν

καὶ 15ἰδεῖν ἡμέρας ἀγαθάς

παυσάτω τὴν γλῶσσαν 16αὐτοῦ ἀπὸ κακοῦ

καὶ χείλη 17αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον, 18

ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν,

ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν,

ὅτι 19ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους

καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν,

πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.

Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ 20μιμηταὶ γένησθε; Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, Κύριον δὲ τὸν 21Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. Ἕτοιμοι 22δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 23μετὰ πρᾳΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ 24καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν 25τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ 26θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.

Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν 27ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα 28ὑμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ 29πνεύματι· ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε 30ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν 31ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος· 32ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα—οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν—δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ 33τοῦ Θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Source notes (33)
  1. Footnote αι ¦ --- SBL TH WH
  2. Footnote και ¦ --- WH
  3. Footnote κερδηθησονται ¦ κερδηθησωνται TR
  4. Footnote πραεος και ησυχιου 𝔐13 ¦ πραεως και ησυχιου 𝔐6 ECM NA SBL TH ¦ ησυχιου και πραεως WH
  5. Footnote του 𝔐10 ¦ --- 𝔐10
  6. Footnote επι ¦ εις CT
  7. Footnote τον 𝔐30 ¦ --- 𝔐13 CT HF RP
  8. Footnote υπηκουσε ¦ υπηκουε WH
  9. Footnote εγενηθητε 𝔐12 ¦ εγεννηθητε 𝔐7
  10. Footnote συγκληρονομοι ¦ συγκληρονομοις ECM NA SBL ¦ συνκληρονομοις TH ¦ συνκληρονομοι WH
  11. Footnote ζωης 𝔐24 ¦ ζωσης 𝔐30
  12. Footnote εγκοπτεσθαι ¦ εκκοπτεσθαι TR
  13. Footnote φιλοφρονες 71.8% ¦ ταπεινοφρονες CT 22.7%
  14. Footnote ειδοτες 84.9% ¦ --- CT 9%
  15. Footnote ιδειν ημερας ¦ ημερας ιδειν PCK
  16. Footnote αυτου ¦ --- CT
  17. Footnote αυτου ¦ --- CT
  18. Footnote εκκλινατω ¦ εκκλινατω δε CT
  19. Footnote οφθαλμοι ¦ οι οφθαλμοι TR
  20. Footnote μιμηται ¦ ζηλωται CT
  21. Footnote θεον ¦ χριστον CT
  22. Footnote δε ¦ --- CT
  23. Footnote μετα ¦ αλλα μετα CT
  24. Footnote καταλαλουσιν υμων ως κακοποιων 𝔐67 43.1% ¦ καταλαλωσιν υμων ως κακοποιων 𝔐72 HF TR 46% ¦ καταλαλεισθε CT 5%
  25. Footnote την αγαθην εν χριστω αναστροφην ¦ τη αγαθη εν χριστω αναστροφη PCK
  26. Footnote θελοι ¦ θελει TR
  27. Footnote επαθε ¦ απεθανε WH
  28. Footnote υμας 𝔐9 ¦ ημας 𝔐11 ANT PCK TR
  29. Footnote πνευματι ¦ τω πνευματι TR
  30. Footnote απεξεδεχετο ¦ απαξ εξεδεχετο TR
  31. Footnote ολιγαι ¦ ολιγοι ECM† NA SBL TH WH
  32. Footnote ο αντιτυπον νυν και ημας ¦ ω και ημας αντιτυπον νυν SCR ¦ ο και ημας αντιτυπον νυν ST ¦ ο και υμας αντιτυπον νυν CT
  33. Footnote του ¦ --- SBL WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.