Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΕΤΡΟΥ Α 4

Good Stewards of God's Grace

Χριστοῦ οὖν παθόντος 1ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν 2ἐν σαρκὶ πέπαυται 3ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι 4Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Ἀρκετὸς γὰρ 5ἡμῖν ὁ παρεληλυθὼς χρόνος 6τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν 7κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις 8εἰδωλολατρίαις· ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως 9ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι.

Πάντων δὲ τὸ τέλος ἤγγικε. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς 10τὰς προσευχάς· πρὸ πάντων 11δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι 12ἀγάπη 13καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ 14γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος 15ὡς χορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσι δοξάζηται 16ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας 17τῶν αἰώνων. Ἀμήν.

Suffering as a Christian

Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης 18καὶ τὸ τοῦ Θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς 19ἀναπαύεται· 20κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς 21ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ 22μέρει τούτῳ. Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ; Καὶ

εἰ ὁ δίκαιος μόλις σῴζεται, 23

ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;

Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ 24ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς 25αὐτῶν ἐν ἀγαθοποιΐᾳ.

Source notes (25)
  1. Footnote υπερ ημων 83% ¦ υπερ υμων MSS 6.3% ¦ --- CT 2.8%
  2. Footnote εν 𝔐14 ¦ --- 𝔐6 CT PCK
  3. Footnote αμαρτιας ¦ αμαρτιαις WH
  4. Footnote θεου ¦ του θεου PCK
  5. Footnote ημιν 𝔐107 47% ¦ υμιν 𝔐42 ANT HF PCK 41.5% ¦ --- CT 11.2%
  6. Footnote του βιου το θελημα ¦ το θελημα PCK ¦ το βουλημα CT
  7. Footnote κατεργασασθαι ¦ κατειργασθαι CT
  8. Footnote ειδωλολατρειαις 𝔐7 ¦ ειδωλολατριαις 𝔐10 ECM NA PCK SBL WH
  9. Footnote εχοντι κριναι ¦ κρινοντι WH
  10. Footnote τας ¦ --- CT
  11. Footnote δε ¦ --- CT
  12. Footnote αγαπη ¦ η αγαπη ANT PCK SCR
  13. Footnote καλυψει ¦ καλυπτει CT PCK
  14. Footnote γογγυσμων ¦ γογγυσμου CT
  15. Footnote ως ¦ ης CT TR
  16. Footnote ο ¦ --- PCK
  17. Footnote των αιωνων ¦ --- ECM† PCK
  18. Footnote και το 71.5% ¦ και δυναμεως και το ANT 15.7% ¦ και δυναμεως MSS 6.6%
  19. Footnote αναπαυεται ¦ αναπεπαυται PCK
  20. Footnote κατα μεν αυτους βλασφημειται κατα δε υμας δοξαζεται ¦ --- CT
  21. Footnote αλλοτριοεπισκοπος ¦ αλλοτριεπισκοπος CT
  22. Footnote μερει ¦ ονοματι NA27 SBL TH WH
  23. Footnote ο ¦ ο δε WH
  24. Footnote ως ¦ --- CT
  25. Footnote αυτων ¦ εαυτων TR ¦ --- WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.