Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΕΤΡΟΥ Α 5

Exhortation to the Elders and the Flock

Πρεσβυτέρους 1τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ 2συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, 3ἐπισκοποῦντες μὴ ἀναγκαστῶς 4ἀλλ᾽ 5ἑκουσίως, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 6μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.

Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις 7ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν 8ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει 9περὶ ὑμῶν. Νήψατε, 10γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος 11περιπατεῖ, ζητῶν 12τινα καταπιεῖν· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν 13κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας 14ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ 15Ἰησοῦ, ὀλίγον παθόντας αὐτὸς 16καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει. Αὐτῷ 17ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας 18τῶν αἰώνων. Ἀμήν.

Final Greetings

Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν 19ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.

Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ 20Ἰησοῦ. 21

Ἀμήν.

Source notes (21)
  1. Footnote τους ¦ ουν NA27 SBL WH ¦ ουν τους TH
  2. Footnote συμπρεσβυτερος ¦ συνπρεσβυτερος TH WH
  3. Footnote επισκοπουντες 95% ¦ --- WH 0.8%
  4. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  5. Footnote εκουσιως ¦ εκουσιως κατα θεον ECM NA SBL TH
  6. Footnote μηδε 𝔐12 ¦ μηδ 𝔐8 ANT CT TR
  7. Footnote υποτασσομενοι 90.6% ¦ --- CT 3.5%
  8. Footnote επιρριψαντες ¦ επιριψαντες CT
  9. Footnote περι ¦ υπερ PCK
  10. Footnote γρηγορησατε ¦ γρηγορησατε οτι PCK TR
  11. Footnote περιπατει ¦ περιερχεται PCK
  12. Footnote τινα καταπιειν 𝔐29 ¦ τινα καταπιη 𝔐9 ANT HF RP TR ¦ καταπιειν WH
  13. Footnote κοσμω ¦ τω κοσμω ECM† NA27 SBL WH
  14. Footnote υμας ¦ ημας TR
  15. Footnote ιησου ¦ --- ECM† NA28 SBL TH WH
  16. Footnote καταρτισαι υμας στηριξει σθενωσει θεμελιωσει ¦ καταρτισαι υμας στηριξαι σθενωσαι θεμελιωσαι PCK TR ¦ καταρτισει υμας στηριξει σθενωσει θεμελιωσει ANT ¦ καταρτισει στηριξει σθενωσει θεμελιωσει ECM NA SBL TH ¦ καταρτισει στηριξει σθενωσει WH
  17. Footnote η δοξα και το κρατος 𝔐62 60% ¦ η δοξα κρατος 𝔐83 MSS 29.3% ¦ το κρατος και η δοξα MSS 6.8% ¦ το κρατος CT 0.6%
  18. Footnote των αιωνων ¦ --- ECM† NA WH
  19. Footnote εστηκατε ¦ στητε CT
  20. Footnote ιησου ¦ --- ECM† NA SBL TH WH
  21. Footnote αμην ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.