Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΙΑΚΩΒΟΥ 4

Friendship with the World

Πόθεν πόλεμοι καὶ 1μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. 2Οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 3Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς 4ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ 5κατῴκησεν ἐν ἡμῖν, μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητε 6δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. Ἐγγίσατε τῷ Θεῷ, καὶ 7ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος 8μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. Ταπεινώθητε ἐνώπιον 9τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.

Speaking Evil Against One Another

Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. 10Ὁ καταλαλῶν ἀδελφοῦ 11καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. Εἷς ἐστιν 12ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ 13δὲ τίς εἶ 14ὃς κρίνεις τὸν 15ἕτερον;

Boasting About Tomorrow

Ἄγε νῦν οἱ λέγοντες, Σήμερον 16καὶ αὔριον 17πορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν 18ἕνα καὶ ἐμπορευσώμεθα καὶ κερδήσωμεν, οἵτινες οὐκ ἐπίστασθε 19τὸ τῆς αὔριον—ποία 20γὰρ ἡ ζωὴ 21ὑμῶν; ἀτμὶς γὰρ 22ἔσται 23ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα 24δὲ καὶ ἀφανιζομένη— ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος 25θελήσῃ, καὶ 26ζήσωμεν καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. Νῦν δὲ καυχᾶσθε ἐν ταῖς 27ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Source notes (27)
  1. Footnote μαχαι ¦ ποθεν μαχαι CT
  2. Footnote ουκ εχετε 𝔐13 ¦ και ουκ εχετε 𝔐7 ANT ¦ ουκ εχετε δε TR
  3. Footnote μοιχοι και 97.8% ¦ --- CT 1.8%
  4. Footnote αν ουν 𝔐12 ¦ αν 𝔐8 ¦ εαν ουν CT
  5. Footnote κατωκησεν ¦ κατωκισεν CT
  6. Footnote δε ¦ --- ANT PCK TR
  7. Footnote εγγιει ¦ εγγισει WH
  8. Footnote μεταστραφητω ¦ μετατραπητω ECM† NA SBL WH
  9. Footnote του ¦ --- NA27 SBL TH WH
  10. Footnote ο ¦ ο γαρ PCK
  11. Footnote και 83.5% ¦ η CT 15.3%
  12. Footnote ο νομοθετης ¦ ο νομοθετης και κριτης ANT CT PCK ¦ νομοθετης και κριτης SBL WH
  13. Footnote δε ¦ --- TR
  14. Footnote ος κρινεις ¦ ο κρινων ECM† NA SBL TH WH
  15. Footnote ετερον ¦ πλησιον CT
  16. Footnote και ¦ η CT SCR
  17. Footnote πορευσωμεθα … ποιησωμεν … εμπορευσωμεθα … κερδησωμεν ¦ πορευσομεθα … ποιησομεν … εμπορευσομεθα … κερδησομεν ANT CT SCR
  18. Footnote ενα ¦ --- CT
  19. Footnote το ¦ τα ECM† ¦ --- WH
  20. Footnote γαρ ¦ --- CT
  21. Footnote υμων ¦ ημων PCK
  22. Footnote εσται ¦ εστιν PCK TR ¦ εστε CT
  23. Footnote η ¦ --- WH
  24. Footnote δε και 𝔐12 ¦ δε 𝔐8 TR ¦ και CT ¦ --- PCK
  25. Footnote θεληση ¦ θελη WH
  26. Footnote ζησωμεν … ποιησωμεν ¦ ζησομεν … ποιησομεν ANT CT SCR
  27. Footnote αλαζονειαις ¦ αλαζονιαις TH WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.