The Text-Critical Greek New Testament
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3
Put On the New Self
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν 1τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ 2ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
Νεκρώσατε οὖν τὰ μέλη 3ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν 4εἰδωλολατρεία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ 5ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν 6αὐτοῖς. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ 7τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα 8οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, 9πρᾳότητα, μακροθυμίαν· ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ 10Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, 11ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Καὶ ἡ εἰρήνη τοῦ 12Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι 13γίνεσθε. Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς, 14καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν 15χάριτι ᾄδοντες ἐν 16τῇ καρδίᾳ ὑμῶν τῷ 17Κυρίῳ. Καὶ πᾶν ὅ τι 18ἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ 19καὶ πατρὶ δι᾽ αὐτοῦ.
Rules for Christian Households
Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς 20ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ 21ἐστιν εὐάρεστον 22ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν 23ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν 24Θεόν· 25καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἀπὸ Κυρίου 26λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ 27γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ 28δὲ ἀδικῶν 29κομιεῖται ὃ ἠδίκησε· καὶ οὐκ ἔστι 30προσωποληψία.
Source notes (30)
- Footnote τω 𝔐pt ¦ --- 𝔐pt
- Footnote ημων ¦ υμων NA SBL TH
- Footnote υμων ¦ --- CT
- Footnote ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WH
- Footnote επι τους υιους της απειθειας ¦ --- WH
- Footnote αυτοις ¦ τουτοις CT
- Footnote τα ¦ --- TH WH
- Footnote οικτιρμου 𝔐pt ¦ οικτιρμων 𝔐pt TR ¦ οικτειρμου TH
- Footnote πραοτητα ¦ πραυτητα CT
- Footnote χριστος ¦ κυριος CT
- Footnote ητις ¦ ο CT
- Footnote θεου 95.2% ¦ χριστου CT 4.8%
- Footnote γινεσθε ¦ γεινεσθε TH
- Footnote και υμνοις και ¦ υμνοις CT
- Footnote χαριτι ¦ τη χαριτι NA
- Footnote τη καρδια ¦ ταις καρδιαις CT
- Footnote κυριω ¦ θεω CT
- Footnote αν ¦ εαν CT
- Footnote και ¦ --- CT
- Footnote ιδιοις 𝔐pt ¦ --- 𝔐pt ANT CT
- Footnote εστιν ευαρεστον ¦ ευαρεστον εστιν CT
- Footnote εν ¦ τω ANT TR
- Footnote οφθαλμοδουλειαις ¦ οφθαλμοδουλιαις ANT PCK SBL WH ¦ οφθαλμοδουλια NA
- Footnote θεον ¦ κυριον CT
- Footnote και παν ο τι εαν 59.6% ¦ και παν ο τι αν MSS 13.9% ¦ και παν ο εαν MSS 9.5% ¦ ο εαν CT 2.9%
- Footnote ληψεσθε ¦ αποληψεσθε ANT TR ¦ απολημψεσθε CT
- Footnote γαρ ¦ --- CT
- Footnote δε ¦ γαρ CT
- Footnote κομιειται ¦ κομισεται NA SBL WH
- Footnote προσωποληψια ¦ προσωπολημψια CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.