Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2

Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω 1περὶ ὑμῶν καὶ τῶν ἐν 2Λαοδικείᾳ, καὶ ὅσοι οὐχ 3ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, 4συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς 5πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ 6καὶ πατρὸς καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ 7τῆς γνώσεως ἀπόκρυφοι. Τοῦτο 8δὲ λέγω, ἵνα 9μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.

Fullness of Life in Christ

Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι 10ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες 11ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.

Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος 12τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ 13βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ 14τῶν νεκρῶν. Καὶ ὑμᾶς, νεκροὺς ὄντας 15ἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, 16συνεζῳοποίησεν 17ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος 18ἡμῖν πάντα τὰ παραπτώματα, ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ 19ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ· ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.

Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει 20ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ 21νουμηνίας ἢ σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα 22Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ 23μὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ 24συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.

Εἰ 25οὖν ἀπεθάνετε σὺν 26Χριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς— ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει—κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν 27ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.

Source notes (27)
  1. Footnote περι ¦ υπερ CT
  2. Footnote λαοδικεια ¦ λαοδικια TH WH
  3. Footnote εωρακασι ¦ εορακαν NA SBL WH ¦ εωρακαν TH
  4. Footnote συμβιβασθεντων ¦ συμβιβασθεντες NA SBL TH ¦ συνβιβασθεντες WH
  5. Footnote παντα πλουτον ¦ παν πλουτος CT
  6. Footnote και πατρος και του 77.8% ¦ και πατρος του MSS 12.8% ¦ πατρος του TH 0.6% ¦ --- NA SBL WH 0.3%
  7. Footnote της ¦ --- CT
  8. Footnote δε ¦ --- CT
  9. Footnote μη τις ¦ μηδεις CT
  10. Footnote εν ¦ --- NA SBL WH
  11. Footnote εν αυτη ¦ --- NA SBL TH
  12. Footnote των αμαρτιων 92.3% ¦ --- CT 6.9%
  13. Footnote βαπτισματι ¦ βαπτισμω NA SBL
  14. Footnote των 𝔐pt ¦ --- 𝔐pt CT
  15. Footnote εν 𝔐pt ¦ --- 𝔐pt PCK WH
  16. Footnote συνεζωοποιησεν ¦ συνεζωποιησεν ST
  17. Footnote υμας 𝔐pt ¦ ημας 𝔐pt ¦ --- TR
  18. Footnote ημιν ¦ υμιν SCR
  19. Footnote ηρκεν ¦ ηρεν ANT
  20. Footnote η ¦ και NA WH
  21. Footnote νουμηνιας ¦ νεομηνιας NA WH
  22. Footnote χριστου ¦ του χριστου CT TR
  23. Footnote μη εωρακεν 80.7% ¦ μη εορακεν MSS 11.9% ¦ εορακεν NA SBL WH 1% ¦ εωρακεν TH 0.8%
  24. Footnote συμβιβαζομενον ¦ συνβιβαζομενον TH WH
  25. Footnote ουν 𝔐28 ¦ --- 𝔐3 CT HF RP
  26. Footnote χριστω ¦ τω χριστω ANT TR
  27. Footnote εθελοθρησκεια ¦ εθελοθρησκια ANT NA SBL WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.