The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27
Paul Begins His Voyage to Rome
Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, 1σπείρης Σεβαστῆς. Ἐπιβάντες δὲ πλοίῳ 2Ἀδραμυττηνῷ, 3μέλλοντες 4πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς 5τοὺς φίλους 6πορευθέντα ἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, 7κατήλθομεν εἰς 8Μύρα τῆς Λυκίας. Κἀκεῖ εὑρὼν ὁ 9ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς 10τὴν Ἰταλίαν, 11ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς 12ἦν πόλις 13Λασαία.
Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ 14φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ δὲ 15ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ 16ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ 17τοῦ Παύλου λεγομένοις. Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ 18πλείους ἔθεντο βουλὴν ἀναχθῆναι 19κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
The Storm at Sea
Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες 20ἆσσον παρελέγοντο τὴν Κρήτην. Μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικός, ὁ καλούμενος 21Εὐροκλύδων· συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. Νησίον δέ τι ὑποδραμόντες καλούμενον 22Κλαύδην 23μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν 24Σύρτην ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου 25ἐρρίψαμεν. Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο 26πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
Πολλῆς 27δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι 28ταύτῃ τῇ νυκτὶ 29ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· φοβούμενοί τε 30μήπως εἰς τραχεῖς τόπους 31ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ 32πρῴρας 33μελλόντων ἀγκύρας ἐκτείνειν, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι 34μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. Τότε 35οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Ἄχρι δὲ οὗ 36ἤμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, 37μηδὲν προσλαβόμενοι. Διὸ παρακαλῶ ὑμᾶς 38προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς 39ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ 40ἐκ τῆς κεφαλῆς πεσεῖται. 41Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 42Ἦμεν δὲ 43ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, 44διακόσιαι ἑβδομήκοντα ἕξ. Κορεσθέντες δὲ 45τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
The Shipwreck
Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν 46ἐβουλεύσαντο, εἰ 47δυνατόν, 48ἐξῶσαι τὸ πλοῖον. Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν 49ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον 50ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῷρα ἐρείσασα 51ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας 52τῶν κυμάτων. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας 53διαφύγῃ. Ὁ δὲ 54ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν 55ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι· καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
Source notes (55)
- Footnote σπειρης 𝔐18 ¦ σπειρας 𝔐7 PCK
- Footnote αδραμυττηνω ¦ ατραμυτινω PCK ¦ αδραμυντηνω WH
- Footnote μελλοντες 𝔐17 ¦ μελλοντι 𝔐8 CT
- Footnote πλειν ¦ πλειν εις CT
- Footnote τους ¦ --- ST
- Footnote πορευθεντα ¦ πορευθεντι CT
- Footnote κατηλθομεν 𝔐16 ¦ κατηχθημεν 𝔐8 PCK ¦ κατηλθαμεν WH
- Footnote μυρα ¦ μυρρα WH
- Footnote εκατονταρχος ¦ εκατονταρχης ANT CT
- Footnote την ¦ --- PCK
- Footnote ενεβιβασεν 𝔐11 ¦ ανεβιβασεν 𝔐14
- Footnote ην πολις ¦ πολις ην NA
- Footnote λασαια ¦ λασεα TH WH
- Footnote φορτιου ¦ φορτου ANT PCK TR
- Footnote εκατονταρχης ¦ εκατονταρχος PCK TR
- Footnote επειθετο μαλλον ¦ μαλλον επειθετο CT
- Footnote του ¦ --- ECM† NA SBL TH WH
- Footnote πλειους ¦ πλειονες CT
- Footnote κακειθεν 𝔐17 ¦ εκειθεν 𝔐8 CT PCK
- Footnote ἆσσον ¦ Ἄσσον ST
- Footnote ευροκλυδων 95.1% ¦ ευρακυλων CT 0.8%
- Footnote κλαυδην ¦ καυδα ECM NA SBL WH ¦ κλαυδα TH
- Footnote μολις ισχυσαμεν ¦ ισχυσαμεν μολις CT
- Footnote συρτην 𝔐17 ¦ συρτιν 𝔐8 ANT CT PCK TR
- Footnote ερριψαμεν ¦ ερριψαν ECM NA SBL TH ¦ εριψαν WH
- Footnote πασα ελπις ¦ ελπις πασα ECM† NA SBL TH WH
- Footnote δε ¦ τε CT
- Footnote ταυτη τη νυκτι ¦ τη νυκτι ταυτη ANT TR
- Footnote αγγελος του θεου ου ειμι ω και λατρευω ¦ του θεου ου ειμι εγω ω και λατρευω αγγελος NA ¦ του θεου ου ειμι ω και λατρευω αγγελος ECM SBL TH WH
- Footnote μηπως εις ¦ μη που κατα CT
- Footnote εκπεσωμεν 𝔐17 ¦ εκπεσωσιν 𝔐8 ST
- Footnote πρωρας ¦ πρωρης ECM NA SBL WH
- Footnote μελλοντων αγκυρας ¦ αγκυρας μελλοντων CT
- Footnote μεινωσιν εν τω πλοιω ¦ εν τω πλοιω μεινωσιν PCK
- Footnote οι στρατιωται απεκοψαν ¦ απεκοψαν οι στρατιωται CT
- Footnote ημελλεν ημερα 𝔐20 ¦ εμελλεν ημερα 𝔐23 ANT PCK TR ¦ ημερα ημελλε CT
- Footnote μηδεν ¦ μηθεν CT
- Footnote προσλαβειν 𝔐16 ¦ μεταλαβειν 𝔐9 ANT CT PCK
- Footnote υμετερας ¦ ημετερας PCK
- Footnote εκ της κεφαλης πεσειται ¦ απο της κεφαλης απολειται CT
- Footnote ειπων ¦ ειπας CT
- Footnote ημεν ¦ ημεθα ECM† NA SBL TH WH
- Footnote εν τω πλοιω αι πασαι ψυχαι ¦ αι πασαι ψυχαι εν τω πλοιω CT
- Footnote διακοσιαι ¦ ως WH
- Footnote της 𝔐17 ¦ --- 𝔐8 ANT CT PCK TR
- Footnote εβουλευσαντο ¦ εβουλευοντο CT
- Footnote δυνατον ¦ δυναιντο ANT CT TR
- Footnote εξωσαι ¦ εκσωσαι WH
- Footnote αρτεμονα 𝔐14 ¦ αρτεμωνα 𝔐11 ANT CT
- Footnote επωκειλαν ¦ επεκειλαν CT
- Footnote εμεινεν ¦ εμενεν PCK
- Footnote των κυματων 97.2% ¦ --- SBL WH 1.2%
- Footnote διαφυγη ¦ διαφυγοι ANT TR
- Footnote εκατονταρχος ¦ εκατονταρχης ANT CT
- Footnote απορριψαντας ¦ αποριψαντας CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.