The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28
Paul on Malta
Καὶ διασωθέντες, 1τότε ἐπέγνωσαν ὅτι 2Μελίτη ἡ νῆσος καλεῖται. Οἱ 3δὲ βάρβαροι 4παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· 5ἀνάψαντες γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων 6πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα 7ἐκ τῆς θέρμης 8διεξελθοῦσα 9καθῆψε τῆς χειρὸς αὐτοῦ. Ὡς δὲ 10εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, 11ἔλεγον πρὸς ἀλλήλους, Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῇν οὐκ εἴασεν. Ὁ μὲν οὖν, 12ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, 13μεταβαλλόμενοι ἔλεγον 14θεὸν αὐτὸν εἶναι.
Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς 15τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ 16δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθών, καὶ προσευξάμενος, 17ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Τούτου 18οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ 19ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο· οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς 20τὴν χρείαν.
Paul Arrives in Rome
Μετὰ δὲ τρεῖς μῆνας 21ἤχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ 22Διοσκούροις. Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· ὅθεν 23περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν 24ἐπ᾽ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην 25ἤλθομεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, 26ἐξῆλθον εἰς ἀπάντησιν 27ἡμῶν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος.
Ὅτε δὲ 28ἤλθομεν εἰς Ῥώμην, 29ὁ ἑκατόνταρχος παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾽ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Paul Addresses the Jews in Rome
Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς 30συγκαλέσασθαι 31τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς, 32Ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι 33κατηγορῆσαι. Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· 34ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. Οἱ δὲ πρὸς αὐτὸν 35εἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι 36περὶ σοῦ πονηρόν. Ἀξιοῦμεν δὲ 37παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ 38μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν 39ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, 40ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς 41τὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου 42Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας 43ἡμῶν, 44λέγον,
Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ 45εἰπόν,
Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε·
καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν,
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς,
καὶ τοῖς ὠσὶν ἀκούσωσι,
καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,
καὶ 46ἰάσομαι αὐτούς.
Γνωστὸν οὖν 47ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη 48τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. 49Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. 50
Ἔμεινε δὲ 51ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.
Source notes (51)
- Footnote τοτε επεγνωσαν 𝔐16 ¦ οι περι τον παυλον εκ του πλοος τοτε επεγνωσαν 𝔐6 ¦ τοτε επεγνωμεν CT
- Footnote μελιτη ¦ μελιτηνη WH
- Footnote δε ¦ τε CT
- Footnote παρειχον ¦ παρειχαν TH WH
- Footnote αναψαντες ¦ αψαντες CT
- Footnote πληθος ¦ τι πληθος CT
- Footnote εκ 𝔐16 ¦ απο 𝔐9 ANT CT
- Footnote διεξελθουσα ¦ εξελθουσα CT PCK TR
- Footnote καθηψε 𝔐18 ¦ καθηψατο 𝔐7 PCK
- Footnote ειδον ¦ ειδαν WH
- Footnote ελεγον προς αλληλους ¦ προς αλληλους ελεγον CT
- Footnote αποτιναξας 𝔐14 ¦ αποτιναξαμενος 𝔐11 ECM PCK
- Footnote μεταβαλλομενοι ¦ μεταβαλομενοι CT
- Footnote θεον αυτον ειναι ¦ αυτον ειναι θεον ECM† NA SBL TH WH
- Footnote τρεις ημερας ¦ ημερας τρεις WH
- Footnote δυσεντερια 𝔐12 ¦ δυσεντεριω 𝔐13 ANT CT
- Footnote επιθεις ¦ και επιθεις ANT
- Footnote ουν ¦ δε CT
- Footnote εχοντες ασθενειας εν τη νησω ¦ εν τη νησω εχοντες ασθενειας CT
- Footnote την χρειαν ¦ τας χρειας CT
- Footnote ηχθημεν 𝔐30 ¦ ανηχθημεν 𝔐15 ANT CT HF PCK TR
- Footnote διοσκουροις 𝔐17 ¦ διοσκοροις 𝔐8
- Footnote περιελθοντες ¦ περιελοντες ECM† NA SBL WH
- Footnote επ ¦ παρ CT
- Footnote ηλθομεν ¦ ηλθαμεν CT
- Footnote εξηλθον ¦ ηλθαν ECM† NA SBL TH WH
- Footnote ημιν 𝔐22 ¦ ημων 𝔐23 ECM†
- Footnote ηλθομεν ¦ εισηλθομεν ECM NA SBL TH ¦ εισηλθαμεν WH
- Footnote ο εκατονταρχος (εκατονταρχης ANT 0%) παρεδωκε τους δεσμιους τω στρατοπεδαρχη τω δε παυλω επετραπη 𝔐150 64.6% ¦ ο εκατονταρχος παρεδωκε τους δεσμιους τω στρατοπεδαρχω τω δε παυλω επετραπη 𝔐79 HF 19.2% ¦ επετραπη τω παυλω CT 4.4%
- Footnote συγκαλεσασθαι ¦ συνκαλεσασθαι TH WH
- Footnote τον παυλον ¦ αυτον CT
- Footnote ανδρες αδελφοι εγω ¦ εγω ανδρες αδελφοι CT
- Footnote κατηγορησαι ¦ κατηγορειν CT
- Footnote ενεκεν ¦ εινεκεν WH
- Footnote ειπον ¦ ειπαν CT
- Footnote περι σου πονηρον ¦ πονηρον περι σου PCK
- Footnote παρα σου ακουσαι 𝔐16 ¦ ακουσαι παρα σου 𝔐9
- Footnote μεν 𝔐16 ¦ --- 𝔐8
- Footnote εστιν ημιν ¦ ημιν εστιν CT
- Footnote ηκον ¦ ηλθον ECM NA TH ¦ ηλθαν WH
- Footnote τα ¦ --- CT
- Footnote μωυσεως 𝔐21 ¦ μωυσεος 𝔐11 PCK ¦ μωσεως 𝔐10 HF TR
- Footnote ημων ¦ υμων CT
- Footnote λεγον 𝔐21 ¦ λεγων 𝔐24 ECM† NA SBL TH WH
- Footnote ειπον ¦ ειπε TR
- Footnote ιασομαι ¦ ιασωμαι PCK TR
- Footnote εστω υμιν ¦ υμιν εστω WH
- Footnote το ¦ τουτο το ANT CT
- Footnote και ταυτα αυτου ειποντος απηλθον οι ιουδαιοι πολλην εχοντες εν εαυτοις συζητησιν 87.6% ¦ --- NA SBL TH WH 4.6% {Note: ECM encloses this text with double brackets.}
- Footnote εμεινε ¦ ενεμεινε CT
- Footnote ο παυλος ¦ --- CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.