Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 26

Paul's Defense Before Agrippa

Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι 1ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος 2ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα, Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον 3ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον· μάλιστα γνώστην ὄντα 4σε πάντων τῶν κατὰ Ἰουδαίους 5ἠθῶν τε καὶ ζητημάτων· διὸ δέομαί 6σου, μακροθύμως ἀκοῦσαί μου.

Τὴν μὲν οὖν βίωσίν μου 7τὴν ἐκ νεότητος, τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου 8ἐν Ἱεροσολύμοις, ἴσασι πάντες 9οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν 10ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. Καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς 11πρὸς τοὺς 12πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν 13ἐκτενίᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, 14βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;

Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ 15πολλοὺς τῶν ἁγίων ἐγὼ 16φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον. Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.

Paul Tells of His Conversion and Commission

Ἐν οἷς 17καὶ πορευόμενος εἰς 18τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς 19παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων 20δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν 21λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ 22εἶπον, Τίς εἶ, Κύριε; Ὁ 23δὲ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. 24Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε 25εἶδες ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ 26τῶν ἐθνῶν, εἰς οὓς 27ἐγώ 28σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, 29τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.

Paul Tells of His Preaching to Jews and Gentiles

Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον 30καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, 31ἀπαγγέλλων μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Ἕνεκα τούτων 32με οἱ Ἰουδαῖοι συλλαβόμενοι 33ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς 34παρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα 35μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων 36γίνεσθαι καὶ 37Μωϋσῆς, εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ 38λαῷ καὶ τοῖς ἔθνεσι.

Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ 39ἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. Ὁ 40δέ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε, 41ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν 42καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν 43τι τούτων οὐ πείθομαι 44οὐδέν· οὐ 45γὰρ ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον 46ἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν 47γενέσθαι. Ὁ δὲ Παῦλος 48εἶπεν, 49Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν 50πολλῷ οὐ μόνον σέ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος 51κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. 52

Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμών, ἥ τε Βερνίκη, καὶ οἱ 53συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι Οὐδὲν θανάτου 54ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Source notes (54)
  1. Footnote υπερ ¦ περι ECM NA
  2. Footnote απελογειτο εκτεινας την χειρα ¦ εκτεινας την χειρα απελογειτο ANT CT
  3. Footnote επι σου μελλων απολογεισθαι σημερον ¦ μελλων απολογεισθαι επι σου σημερον TR ¦ επι σου μελλων σημερον απολογεισθαι CT
  4. Footnote σε ¦ σε ειδως SCR
  5. Footnote ηθων 𝔐13 ¦ εθων 𝔐12 ANT CT PCK TR
  6. Footnote σου ¦ --- CT
  7. Footnote την ¦ --- WH
  8. Footnote εν ¦ εν τε CT
  9. Footnote οι ¦ --- ECM† SBL TH WH
  10. Footnote ακριβεστατην 𝔐18 ¦ ακριβεστεραν 𝔐7
  11. Footnote προς ¦ εις ECM† NA SBL TH WH
  12. Footnote πατερας 𝔐17 ¦ πατερας ημων 𝔐8 CT
  13. Footnote εκτενια 𝔐32 ¦ εκτενεια 𝔐12 ANT CT HF RP TR
  14. Footnote βασιλευ αγριππα υπο ιουδαιων ¦ βασιλευ αγριππα υπο των ιουδαιων ANT TR ¦ υπο ιουδαιων βασιλευ CT
  15. Footnote πολλους ¦ πολλους τε CT
  16. Footnote φυλακαις ¦ εν φυλακαις ANT CT
  17. Footnote και ¦ --- CT
  18. Footnote την ¦ --- PCK
  19. Footnote παρα ¦ --- CT
  20. Footnote δε ¦ τε CT
  21. Footnote λαλουσαν προς με και λεγουσαν 74% ¦ λεγουσαν προς με CT 8.4% ¦ λαλουσαν προς με MSS 7.2%
  22. Footnote ειπον 𝔐17 ¦ ειπα 𝔐8 CT
  23. Footnote δε ¦ δε κυριος CT
  24. Footnote αλλα 𝔐18 ¦ αλλ 𝔐7 ECM NA28
  25. Footnote ειδες ¦ ειδες με ECM† NA SBL TH WH
  26. Footnote των ¦ εκ των CT
  27. Footnote εγω ¦ νυν TR
  28. Footnote εγω σε αποστελλω 𝔐12 ¦ εγω αποστελω σε 𝔐7 ¦ νυν σε αποστελλω ¦ εγω αποστελλω σε ECM† NA SBL TH WH ¦ εγω εξαποστελω σε ECM†
  29. Footnote του υποστρεψαι 𝔐10 ¦ του επιστρεψαι 𝔐8 ANT CT PCK ST ¦ του αποστρεψαι 𝔐6 ¦ και επιστρεψαι SCR
  30. Footnote και ιεροσολυμοις εις ¦ τε και ιεροσολυμοις CT
  31. Footnote απαγγελλων 𝔐22 ¦ απαγγελλω 𝔐31 ANT PCK ¦ απηγγελλον CT SCR
  32. Footnote με οι ιουδαιοι 𝔐38 ¦ οι ιουδαιοι με 𝔐1 RP ¦ με ιουδαιοι CT
  33. Footnote εν ¦ οντα εν ECM† NA
  34. Footnote παρα ¦ απο CT
  35. Footnote μαρτυρομενος ¦ μαρτυρουμενος TR
  36. Footnote γινεσθαι ¦ γενεσθαι ANT
  37. Footnote μωυσης 𝔐37 ¦ μωσης 𝔐8 HF TR
  38. Footnote λαω 𝔐16 ¦ τε λαω 𝔐9 CT PCK
  39. Footnote εφη ¦ φησι CT
  40. Footnote δε ¦ δε παυλος CT
  41. Footnote αλλα ¦ αλλ ECM NA28 TR
  42. Footnote και ¦ --- WH
  43. Footnote τι ¦ --- SBL WH
  44. Footnote ουδεν ¦ ουθεν CT
  45. Footnote γαρ 𝔐13 ¦ γαρ εστιν 𝔐12 ANT CT TR
  46. Footnote εφη ¦ --- CT
  47. Footnote γενεσθαι 96.5% ¦ ποιησαι CT 3.5%
  48. Footnote ειπεν ¦ --- CT
  49. Footnote ευξαιμην 𝔐13 ¦ ευξαμην 𝔐12
  50. Footnote πολλω ¦ μεγαλω CT
  51. Footnote καγω ¦ και εγω ECM NA SBL WH
  52. Footnote και ταυτα ειποντος αυτου ανεστη ¦ ανεστη τε CT
  53. Footnote συγκαθημενοι ¦ συνκαθημενοι TH WH
  54. Footnote αξιον η δεσμων ¦ η δεσμων αξιον τι ECM NA SBL TH ¦ η δεσμων αξιον WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.