Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25

Paul's Trial Before Festus

Φῆστος οὖν ἐπιβὰς τῇ 1ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ 2Καισαρείας. Ἐνεφάνισαν 3δὲ αὐτῷ 4ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν, αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον 5ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. Οἱ οὖν 6δυνατοὶ ἐν ὑμῖν, φησί, 7συγκαταβάντες, εἴ τί ἐστιν 8ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.

Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας 9πλείους ἢ δέκα, καταβὰς εἰς 10Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. Παραγενομένου δὲ αὐτοῦ, 11περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα 12αἰτιώματα 13φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 14ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. Ὁ Φῆστος δὲ 15τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰς 16Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων 17κρίνεσθαι 18ἐπ᾽ ἐμοῦ; Εἶπε δὲ ὁ Παῦλος, 19Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν 20ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Εἰ μὲν 21γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι 22τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. Τότε ὁ Φῆστος 23συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.

Festus Consults King Agrippa

Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς 24Καισάρειαν, 25ἀσπασόμενοι τὸν Φῆστον. Ὡς δὲ πλείους ἡμέρας 26διέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστι 27καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ 28δίκην. Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον 29εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Συνελθόντων οὖν 30αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν 31ἐπέφερον ὧν 32ὑπενόουν ἐγώ, ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. Ἀπορούμενος δὲ ἐγὼ 33τὴν περὶ 34τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς 35Ἱερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ 36πέμψω αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον 37ἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. 38Ὁ δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.

Paul Brought Before King Agrippa

Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε 39τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴν 40οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος. Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ 41συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ 42πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων 43ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, 44ἐπιβοῶντες μὴ δεῖν 45ζῇν αὐτὸν μηκέτι. Ἐγὼ δὲ 46καταλαβόμενος μηδὲν ἄξιον 47θανάτου αὐτὸν πεπραχέναι, 48καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν 49αὐτόν. Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ 50προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ 51τι γράψαι. Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.

Source notes (51)
  1. Footnote επαρχια ¦ επαρχεια CT
  2. Footnote καισαρειας ¦ καισαριας WH
  3. Footnote δε ¦ τε CT
  4. Footnote ο αρχιερευς ¦ οι αρχιερεις CT PCK
  5. Footnote εν καισαρεια ¦ εις καισαρειαν ECM NA SBL TH ¦ εις καισαριαν WH
  6. Footnote δυνατοι εν υμιν φησι ¦ εν υμιν φησι δυνατοι CT
  7. Footnote συγκαταβαντες ¦ συνκαταβαντες TH WH
  8. Footnote εν τω ανδρι τουτω 72.6% ¦ εν τω ανδρι τουτω ατοπον MSS 14.2% ¦ εν τω ανδρι ατοπον CT 9.3% ¦ ατοπον εν τω ανδρι τουτω SCR 2.9%
  9. Footnote πλειους ¦ ου πλειους οκτω CT
  10. Footnote καισαρειαν ¦ καισαριαν WH
  11. Footnote περιεστησαν ¦ περιεστησαν αυτον CT
  12. Footnote αιτιωματα 𝔐16 ¦ αιτιαματα 𝔐9 PCK TR
  13. Footnote φεροντες κατα του παυλου ¦ καταφεροντες CT
  14. Footnote απολογουμενου αυτου ¦ του παυλου απολογουμενου CT
  15. Footnote τοις ιουδαιοις θελων ¦ θελων τοις ιουδαιοις ANT CT
  16. Footnote ιεροσολυμα ¦ ιερουσαλημ ANT
  17. Footnote κρινεσθαι ¦ κριθηναι CT
  18. Footnote επ 𝔐14 ¦ υπ 𝔐9 PCK
  19. Footnote επι του βηματος καισαρος εστως ¦ εστως επι του βηματος καισαρος WH
  20. Footnote ηδικησα ¦ ηδικηκα TH WH
  21. Footnote γαρ ¦ ουν CT
  22. Footnote το 𝔐17 ¦ του 𝔐8
  23. Footnote συλλαλησας ¦ συνλαλησας TH WH
  24. Footnote καισαρειαν ¦ καισαριαν WH
  25. Footnote ασπασομενοι 𝔐38 ¦ ασπασαμενοι 𝔐20 CT HF RP
  26. Footnote διετριβεν 𝔐16 ¦ διετριβον 𝔐9 ANT CT PCK TR
  27. Footnote καταλελειμμενος ¦ καταλελιμμενος WH
  28. Footnote δικην ¦ καταδικην CT
  29. Footnote εις απωλειαν 89.9% ¦ --- CT 7.4%
  30. Footnote αυτων 87.4% ¦ --- SBL WH 7%
  31. Footnote επεφερον ¦ εφερον CT
  32. Footnote υπενοουν εγω ¦ εγω υπενοουν πονηρων NA SBL WH ¦ εγω υπενοουν πονηραν ECM TH
  33. Footnote την περι ¦ περι την PCK ¦ εις την περι ECM† TR
  34. Footnote τουτου ¦ τουτων CT PCK
  35. Footnote ιερουσαλημ ¦ ιεροσολυμα ANT CT
  36. Footnote πεμψω ¦ αναπεμψω CT
  37. Footnote εφη ¦ --- CT
  38. Footnote ο δε ¦ --- CT
  39. Footnote τοις ¦ --- CT
  40. Footnote ουσι ¦ --- CT
  41. Footnote συμπαροντες ¦ συνπαροντες TH WH
  42. Footnote παν ¦ απαν CT
  43. Footnote ενετυχον ¦ ενετυχε WH
  44. Footnote επιβοωντες ¦ βοωντες CT
  45. Footnote ζην αυτον ¦ αυτον ζην CT
  46. Footnote καταλαβομενος ¦ κατελαβομην CT
  47. Footnote θανατου αυτον ¦ αυτον θανατου CT
  48. Footnote και ¦ --- CT
  49. Footnote αυτον ¦ --- CT
  50. Footnote προηγαγον 𝔐18 ¦ προσηγαγον 𝔐7
  51. Footnote τι γράψαι ¦ τί γράψω CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.