Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24

The Accusation Against Paul

Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ 1τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες 2ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ 3κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 4πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. Ἵνα δὲ μὴ ἐπὶ 5πλεῖόν σε 6ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ 7ἐπιεικείᾳ. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ 8κινοῦντα 9στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ 10ἐκρατήσαμεν· παρ᾽ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. 11

Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.

Paul's Defense Before Felix

Ἀπεκρίθη 12δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε 13κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, 14εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, δυναμένου σου 15γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι 16δεκαδύο, ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων 17ἐν Ἱερουσαλήμ· καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ 18ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 19Οὔτε παραστῆσαί 20με 21δύνανται περὶ ὧν 22νῦν κατηγοροῦσί μου. Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς 23προφήταις γεγραμμένοις· ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι 24νεκρῶν, δικαίων τε καὶ ἀδίκων. Ἐν τούτῳ 25δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν 26ἔχων 27πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. Δι᾽ ἐτῶν δὲ πλειόνων 28παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς· ἐν 29οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, 30τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· οὓς 31δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός 32με. Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, 33τί εὗρον 34ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς 35ἔκραξα 36ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον 37ὑφ᾽ ὑμῶν. 38

Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, 39εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς· διαταξάμενός 40τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι 41τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν 42ἢ προσέρχεσθαι αὐτῷ.

Paul Held in Custody

Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ 43γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς 44Χριστὸν πίστεως. Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος 45ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ 46μεταλαβὼν μετακαλέσομαί σε· ἅμα 47καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, 48ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον 49αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων 50τε 51χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

Source notes (51)
  1. Footnote των πρεσβυτερων 83.4% ¦ πρεσβυτερων τινων CT 14.9%
  2. Footnote ενεφανισαν 𝔐16 ¦ ενεφανησαν 𝔐7
  3. Footnote κατορθωματων ¦ διορθωματων CT
  4. Footnote παντη 𝔐15 ¦ παντι 𝔐10
  5. Footnote πλειον ¦ πλεον PCK
  6. Footnote εγκοπτω ¦ ενκοπτω TH WH
  7. Footnote επιεικεια ¦ επιεικια WH
  8. Footnote κινουντα ¦ κεινουντα TH
  9. Footnote στασιν ¦ στασεις CT
  10. Footnote εκρατησαμεν 8 παρ 55.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι (κρινειν ANT TR 1%) 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε (σου MSS 5.7%) παρ ECM 9.3% {Note: The longer text is found in 43.9% of manuscripts in eighteen different readings. The reading printed in ECM is enclosed with double brackets.}
  11. Footnote συνεπεθεντο ¦ συνεθεντο TR
  12. Footnote δε ¦ τε CT
  13. Footnote κριτην ¦ κριτην δικαιον PCK
  14. Footnote ευθυμοτερον ¦ ευθυμως CT
  15. Footnote γνωναι ¦ επιγνωναι CT
  16. Footnote δεκαδυο ¦ η δεκαδυο TR ¦ δωδεκα CT
  17. Footnote εν 𝔐14 ¦ εις 𝔐11 ANT CT
  18. Footnote επισυστασιν ¦ επιστασιν CT
  19. Footnote ουτε ¦ ουδε ECM† NA SBL TH WH
  20. Footnote με ¦ --- ANT CT PCK SCR
  21. Footnote δυνανται 𝔐26 ¦ νυν δυνανται 𝔐19 ¦ δυνανται σοι CT
  22. Footnote νυν ¦ νυνι CT
  23. Footnote προφηταις 78.4% ¦ εν τοις προφηταις ANT CT 20.4%
  24. Footnote νεκρων 91.6% ¦ --- CT 6.6%
  25. Footnote δε ¦ δε και ANT ¦ και CT
  26. Footnote εχων ¦ εχειν ANT CT TR
  27. Footnote προς 𝔐12 ¦ προς τε 𝔐13 PCK
  28. Footnote παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου ¦ ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην CT
  29. Footnote οις ¦ αις CT
  30. Footnote τινες ¦ τινες δε CT ST
  31. Footnote δει ¦ εδει ANT CT PCK SCR
  32. Footnote με ¦ εμε CT
  33. Footnote τί ¦ εἴ τι TR
  34. Footnote εν εμοι ¦ --- CT
  35. Footnote εκραξα 𝔐14 ¦ εκεκραξα 𝔐10 CT
  36. Footnote εστως εν αυτοις ¦ εν αυτοις εστως CT
  37. Footnote υφ ¦ εφ CT
  38. Footnote ακουσας δε ταυτα ο φηλιξ ανεβαλετο αυτους 80.7% ¦ ακουσας δε ταυτα ο φηλιξ ανεβαλλετο αυτους MSS 6.6% ¦ ανεβαλετο δε αυτους ο φηλιξ CT 4.1%
  39. Footnote ειπων ¦ ειπας CT
  40. Footnote τε ¦ --- CT
  41. Footnote τον παυλον ¦ αυτον CT
  42. Footnote η προσερχεσθαι ¦ --- CT
  43. Footnote γυναικι ¦ γυναικι αυτου ANT ECM† TR ¦ ιδια γυναικι ECM† NA SBL TH WH
  44. Footnote χριστον 𝔐14 ¦ χριστον ιησουν 𝔐11 CT PCK
  45. Footnote εσεσθαι ¦ --- CT
  46. Footnote μεταλαβων 𝔐18 ¦ λαβων 𝔐7
  47. Footnote και ¦ δε και ANT TR
  48. Footnote οπως λυση αυτον ¦ --- CT
  49. Footnote αυτον ¦ --- PCK
  50. Footnote τε 𝔐13 ¦ δε 𝔐12 ANT ECM† PCK
  51. Footnote χαριτας ¦ χαριν ANT ¦ χαριτα CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.