The Text-Critical Greek New Testament
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23
Ἀτενίσας δὲ 1ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; Οἱ δὲ παρεστῶτες 2εἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται 3γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ 4Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, 5ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς 6Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν 7ἐγὼ κρίνομαι. Τοῦτο δὲ αὐτοῦ 8λαλήσαντος, ἐγένετο στάσις τῶν 9Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι 10μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, 11μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες 12οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, 13μὴ θεομαχῶμεν. Πολλῆς δὲ 14γενομένης στάσεως, 15εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα 16καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν 17τε εἰς τὴν παρεμβολήν.
Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, Θάρσει 18Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
The Plot to Kill Paul
Γενομένης δὲ ἡμέρας, ποιήσαντές 19τινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, 20λέγοντες μήτε φαγεῖν μήτε 21πιεῖν ἕως οὗ 22ἀποκτείνωσι τὸν Παῦλον. Ἦσαν δὲ πλείους 23τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν 24πεποιηκότες· οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις 25εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως 26αὔριον 27αὐτὸν καταγάγῃ 28πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου 29τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ. Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον 30ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ 31τι ἀπαγγεῖλαι αὐτῷ. Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν 32νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον 33εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς 34μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους 35τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε 36πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν 37ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν 38νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός 39με.
Paul Sent to Felix the Governor
Καὶ προσκαλεσάμενος 40δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως 41Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· γράψας ἐπιστολὴν 42περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. Τὸν ἄνδρα τοῦτον 43συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι 44ἐξειλόμην 45αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι. Βουλόμενος 46δὲ 47γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον 48αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, 49μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν 50ἔγκλημα ἔχοντα. Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα 51μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν 52τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. 53Ἔρρωσο.
Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ 54τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς 55πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες εἰσελθόντες εἰς τὴν 56Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. Ἀναγνοὺς δὲ 57ὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας 58ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. 59Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.
Source notes (59)
- Footnote ο παυλος τω συνεδριω 84.5% ¦ παυλος τω συνεδριω WH 9% ¦ τω συνεδριω ο παυλος ECM TH 5%
- Footnote ειπον ¦ ειπαν CT
- Footnote γαρ ¦ γαρ οτι NA SBL TH WH
- Footnote σαδδουκαιων το δε ετερον φαρισαιων ¦ φαρισαιων το δε ετερον σαδδουκαιων PCK
- Footnote εκραξεν 𝔐14 ¦ εκραζεν 𝔐10 CT
- Footnote φαρισαιου ¦ φαρισαιων CT
- Footnote εγω ¦ --- WH
- Footnote λαλησαντος ¦ ειποντος ECM NA TH ¦ λαλουντος SBL WH
- Footnote φαρισαιων 𝔐22 ¦ φαρισαιων και των σαδδουκαιων 𝔐12 ANT HF PCK TR ¦ φαρισαιων και σαδδουκαιων CT
- Footnote μεν ¦ --- WH
- Footnote μηδε ¦ μητε ANT CT PCK
- Footnote οι γραμματεις 𝔐14 ¦ γραμματεις 𝔐10 ¦ τινες των γραμματεων CT
- Footnote μη θεομαχωμεν 94.6% ¦ --- CT 4.3%
- Footnote γενομενης ¦ γινομενης NA SBL TH WH
- Footnote ευλαβηθεις ¦ φοβηθεις CT
- Footnote καταβηναι και ¦ καταβαν CT TR
- Footnote τε ¦ --- WH
- Footnote παυλε ¦ --- CT
- Footnote τινες των ιουδαιων συστροφην ¦ συστροφην οι ιουδαιοι CT
- Footnote λεγοντες ¦ --- PCK
- Footnote πιειν ¦ πειν WH
- Footnote αποκτεινωσι ¦ ανελωσι PCK
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
- Footnote πεποιηκοτες ¦ ποιησαμενοι CT
- Footnote ειπον ¦ ειπαν CT
- Footnote αυριον ¦ --- CT
- Footnote αυτον καταγαγη ¦ καταγαγη αυτον CT PCK
- Footnote προς ¦ εις CT
- Footnote το ενεδρον ¦ την ενεδραν CT SCR
- Footnote απαγαγε ¦ απαγε SBL WH
- Footnote τι απαγγειλαι ¦ απαγγειλαι τι ECM† NA SBL TH WH
- Footnote νεανιαν ¦ νεανισκον ECM NA TH
- Footnote εις το συνεδριον καταγαγης τον παυλον ¦ τον παυλον καταγαγης εις το συνεδριον CT
- Footnote μελλοντα 𝔐96 26.6% ¦ μελλοντες 𝔐52 PCK TR 33.1% ¦ μελλοντων ANT 17.6% ¦ μελλων TH WH 9.2% ¦ μελλον ECM NA SBL 7.4% ¦ μελλοντας MSS 5.1%
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
- Footnote πιειν ¦ πειν WH
- Footnote ετοιμοι εισι ¦ εισιν ετοιμοι CT
- Footnote νεανιαν ¦ νεανισκον CT
- Footnote με ¦ εμε SBL TH WH
- Footnote δυο τινας ¦ τινας δυο SBL TH WH
- Footnote καισαρειας ¦ καισαριας WH
- Footnote περιεχουσαν ¦ εχουσαν CT
- Footnote συλληφθεντα ¦ συλλημφθεντα CT
- Footnote εξειλομην ¦ εξειλαμην CT
- Footnote αυτον ¦ --- CT
- Footnote δε ¦ τε CT
- Footnote γνωναι ¦ επιγνωναι CT
- Footnote αυτον ¦ --- CT
- Footnote μηδεν 𝔐15 ¦ μηδεν δε 𝔐10 ANT CT TR
- Footnote εγκλημα εχοντα 𝔐16 ¦ εχοντα εγκλημα 𝔐9 CT
- Footnote μελλειν εσεσθαι υπο των ιουδαιων εξαυτης 86.2% ¦ εσεσθαι εξ αυτων MSS 5.4% ¦ εσεσθαι εξαυτης CT 3.1%
- Footnote τα ¦ --- SBL WH
- Footnote ερρωσο 𝔐17 ¦ ερρωσθε 𝔐8 ¦ --- ECM† NA SBL WH
- Footnote της ¦ --- CT
- Footnote πορευεσθαι ¦ απερχεσθαι ECM† NA SBL TH WH
- Footnote καισαρειαν ¦ καισαριαν WH
- Footnote ο ηγεμων ¦ --- CT
- Footnote επαρχιας ¦ επαρχειας CT
- Footnote εκελευσε τε αυτον εν τω πραιτωριω ηρωδου φυλασσεσθαι ¦ εκελευσε τε αυτον εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι ANT PCK TR ¦ κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.