Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22

Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς 1νυνὶ ἀπολογίας. Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ 2προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν, Ἐγὼ 3μέν εἰμι ἀνὴρ Ἰουδαῖος, 4γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας. Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν.

Paul Tells of His Conversion

Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. 5Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε; Εἶπέ τε πρός 6με, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, 7καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Εἶπον δέ, Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.

Ἀνανίας δέ τις, ἀνὴρ 8εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν 9κατοικούντων Ἰουδαίων, ἐλθὼν πρός 10με καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. Ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα 11τοῦ Κυρίου.

Paul's Commission to Preach to the Gentiles

Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου 12τὴν μαρτυρίαν περὶ ἐμοῦ. Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ 13δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας 14ἐπὶ σέ· καὶ ὅτε 15ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν 16τῇ ἀναιρέσει αὐτοῦ, 17φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. Καὶ εἶπε πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.

Paul's Roman Citizenship

Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ 18καθῆκεν αὐτὸν ζῇν. 19Κραζόντων 20δὲ αὐτῶν, καὶ 21ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, ἐκέλευσεν 22αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, 23εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. Ὡς δὲ 24προέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν 25ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; Ἀκούσας δὲ ὁ 26ἑκατόνταρχος, προσελθὼν 27ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων, 28Ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, 29εἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί. Ἀπεκρίθη 30τε ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ 31γεγέννημαι. Εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι 32ἦν αὐτὸν δεδεκώς.

Paul Brought Before the Sanhedrin

Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται 33παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν 34ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσεν 35ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ 36ὅλον τὸ συνέδριον 37αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

Source notes (37)
  1. Footnote νυνι ¦ νυν TR
  2. Footnote προσεφωνει 𝔐15 ¦ προσφωνει 𝔐6
  3. Footnote μεν ¦ --- CT
  4. Footnote γεγεννημενος 𝔐18 ¦ γεγενημενος 𝔐7
  5. Footnote επεσα 𝔐13 ¦ επεσον 𝔐9 ANT PCK TR
  6. Footnote με ¦ εμε SBL TH WH
  7. Footnote και εμφοβοι εγενοντο 86.4% ¦ --- CT 10.4%
  8. Footnote ευσεβης 𝔐23 ¦ ευλαβης 𝔐21 CT HF
  9. Footnote κατοικουντων 𝔐23 ¦ κατοικουντων εν δαμασκω 𝔐16 ANT HF PCK
  10. Footnote με ¦ εμε SBL TH WH
  11. Footnote του κυριου ¦ αυτου CT
  12. Footnote την ¦ --- CT
  13. Footnote δερων ¦ δαιρων PCK
  14. Footnote επι ¦ εις PCK
  15. Footnote εξεχειτο ¦ εξεχυννετο CT
  16. Footnote τη αναιρεσει αυτου 96.6% ¦ --- CT 2.3%
  17. Footnote φυλασσων ¦ και φυλασσων ANT CT PCK TR
  18. Footnote καθηκεν ¦ καθηκον TR
  19. Footnote κραζοντων 𝔐16 ¦ κραυγαζοντων 𝔐8 ANT CT PCK TR
  20. Footnote δε ¦ τε ECM† NA SBL TH WH
  21. Footnote ριπτουντων 𝔐16 ¦ ριπτοντων 𝔐8 ANT
  22. Footnote αυτον ο χιλιαρχος αγεσθαι ¦ ο χιλιαρχος αγεσθαι αυτον PCK ¦ ο χιλιαρχος εισαγεσθαι αυτον CT
  23. Footnote ειπων ¦ ειπας CT
  24. Footnote προετεινεν 𝔐13 ¦ προετειναν 𝔐6 ANT CT PCK SCR
  25. Footnote εστωτα 𝔐16 ¦ εφεστωτα 𝔐8
  26. Footnote εκατονταρχος ¦ εκατονταρχης ECM NA SBL WH
  27. Footnote απηγγειλε τω χιλιαρχω ¦ τω χιλιαρχω απηγγειλε CT PCK
  28. Footnote ορα ¦ --- CT
  29. Footnote ει 𝔐15 ¦ --- 𝔐9 CT
  30. Footnote τε ¦ δε CT
  31. Footnote γεγεννημαι 𝔐16 ¦ γεγενημαι 𝔐8
  32. Footnote ην αυτον ¦ αυτον ην CT
  33. Footnote παρα 𝔐17 ¦ υπο 𝔐7 CT PCK
  34. Footnote απο των δεσμων 87.7% ¦ --- CT 9.8%
  35. Footnote ελθειν 𝔐16 ¦ συνελθειν 𝔐6 CT
  36. Footnote ολον ¦ παν CT PCK
  37. Footnote αυτων ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.