Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΙΩΑΝΝΟΥ Γ 1

Greeting

Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.

Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. Μειζοτέραν τούτων οὐκ ἔχω 1χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν 2ἀληθείᾳ περιπατοῦντα.

Gaius Commended

Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ 3εἰς τοὺς ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. Ὑπὲρ γὰρ τοῦ 4ὀνόματος 5ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν 6ἐθνῶν. Ἡμεῖς οὖν ὀφείλομεν 7ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.

Diotrephes Denounced

8

Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.

Demetrius Commended

Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· 9ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ 10ὑπ᾽ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ 11οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι.

Final Greetings

Πολλὰ εἶχον 12γράφειν, ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι 13γράψαι· ἐλπίζω δὲ εὐθέως 14ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν.

Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα.

Source notes (14)
  1. Footnote χαραν ¦ χαριν WH
  2. Footnote αληθεια ¦ τη αληθεια NA27 SBL TH WH
  3. Footnote εις τους 89.8% ¦ τουτο CT 7.6%
  4. Footnote ονοματος ¦ ονοματος αυτου SCR
  5. Footnote εξηλθον ¦ εξηλθαν WH
  6. Footnote εθνων 88% ¦ εθνικων ANT CT 12%
  7. Footnote απολαμβανειν 91.4% ¦ υπολαμβανειν CT 7.6%
  8. Footnote εγραψα ¦ εγραψα τι CT
  9. Footnote ο ¦ ο δε PCK TR
  10. Footnote υπ ¦ υπο CT
  11. Footnote οιδατε 61.2% ¦ οιδαμεν PCK 23.2% ¦ οιδας CT 15%
  12. Footnote γραφειν ¦ γραψαι σοι CT
  13. Footnote γραψαι ¦ γραφειν CT
  14. Footnote ιδειν σε 95% ¦ σε ιδειν CT 4.8%

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.