The Text-Critical Greek New Testament
ΙΩΑΝΝΟΥ Β 1
Greeting
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ᾽ 1ἡμῶν χάρις, ἔλεος, εἰρήνη 2παρὰ Θεοῦ πατρός, καὶ παρὰ 3Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
Walking in Truth and Love
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν 4γράφων σοι καινήν, 5ἀλλὰ ἣν 6εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη 7ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. Ὅτι πολλοὶ πλάνοι 8εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. Βλέπετε ἑαυτούς, ἵνα μὴ 9ἀπολέσωμεν ἃ 10εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. Πᾶς ὁ 11παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· 12ὁ μένων ἐν τῇ διδαχῇ 13τοῦ Χριστοῦ, οὗτος καὶ τὸν 14πατέρα καὶ τὸν υἱὸν ἔχει. Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ 15γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
Final Greetings
Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ 16ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· 17ἀλλὰ ἐλπίζω 18ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ 19ἡμῶν 20ᾖ πεπληρωμένη.
Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. 21
Ἀμήν.
Source notes (21)
- Footnote ημων 𝔐14 ¦ υμων 𝔐6 ANT PCK SCR
- Footnote παρα ¦ απο
- Footnote κυριου 91.2% ¦ --- CT 6.2%
- Footnote γραφων σοι καινην 72.1% ¦ γραφω σοι καινην ST 12.4% ¦ καινην γραφων σοι NA27 SBL TH 9.2%
- Footnote αλλα 𝔐9 ¦ αλλ 𝔐11 ECM NA28 PCK
- Footnote ειχομεν ¦ εχομεν PCK ¦ ειχαμεν WH
- Footnote εστιν η εντολη ¦ η εντολη εστι CT
- Footnote εισηλθον ¦ εξηλθον ECM NA SBL TH ¦ εξηλθαν WH
- Footnote απολεσωμεν … απολαβωμεν 74.9% ¦ απολεσομεν … απολαβομεν MSS 5.1% ¦ απολεσητε … απολαβητε CT 17%
- Footnote ειργασαμεθα ¦ ειργασασθε TH ¦ ηργασαμεθα WH
- Footnote παραβαινων 99% ¦ προαγων CT 1%
- Footnote ο ¦ ο δε PCK
- Footnote του χριστου 89.3% ¦ --- CT 4.5%
- Footnote πατερα και τον υιον ¦ υιον και τον πατερα ECM†
- Footnote γαρ λεγων ¦ λεγων γαρ CT
- Footnote εβουληθην ¦ ηβουληθην ANT TR
- Footnote αλλα 𝔐12 ¦ αλλ 𝔐8 ECM NA28 PCK
- Footnote ελθειν 87.1% ¦ γενεσθαι CT 11.4%
- Footnote ημων ¦ υμων ECM† SBL WH
- Footnote η πεπληρωμενη ¦ πεπληρωμενη η NA27 SBL WH
- Footnote αμην 89% ¦ --- CT 8.8%
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.