Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΙΟΥΔΑ 1

Greeting

Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ 1ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

Judgment on False Teachers

Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς 2κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 3Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν 4χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην 5Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.

Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας 6ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, 7ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον 8τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.

Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ 9Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, 10ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι Κύριος. Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται. Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. Οὗτοί εἰσιν 11ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, 12συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων 13παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς 14τὸν αἰῶνα τετήρηται. 15

Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθε Κύριος ἐν 16ἁγίαις μυριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ 17ἐλέγξαι 18πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας 19αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα 20ὠφελείας χάριν.

A Call to Persevere in the Faith

Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν 21ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι ἔλεγον ὑμῖν 22ὅτι 23ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ 24ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. Ὑμεῖς δέ, ἀγαπητοί, 25τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. Καὶ οὓς μὲν 26ἐλεεῖτε διακρινόμενοι· 27οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

Doxology

Τῷ δὲ δυναμένῳ φυλάξαι 28αὐτοὺς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ 29σοφῷ Θεῷ σωτῆρι 30ἡμῶν, δόξα 31καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, 32καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας.

Ἀμήν.

Source notes (32)
  1. Footnote ηγιασμενοις [90.2%] ¦ ηγαπημενοις CT [8.9%]
  2. Footnote κοινης 83.7% ¦ κοινης ημων CT 11.1%
  3. Footnote παρεισεδυσαν [98.2%] ¦ παρεισεδυησαν WH [0.4%]
  4. Footnote χαριν [99.3%] ¦ χαριτα CT [0.7%]
  5. Footnote θεον 78.7% ¦ --- ANT CT 12.9%
  6. Footnote υμας απαξ τουτο οτι ο κυριος 69.4% ¦ απαξ τουτο οτι ο κυριος MSS 6.7% ¦ υμας τουτο απαξ οτι ο κυριος MSS 5.4% ¦ υμας απαξ παντα οτι ιησους ECM NA28 SBL 0.2% ¦ απαξ παντα οτι ιησους TH 0.2% ¦ υμας παντα οτι ο κυριος απαξ NA27 0% ¦ απαξ παντα οτι κυριος WH 0%
  7. Footnote αλλα ¦ αλλ ECM NA28 PCK
  8. Footnote τουτοις τροπον [84.1%] ¦ τροπον τουτοις CT [8.4%]
  9. Footnote μωσεως 𝔐75 [60.1%] ¦ μωυσεως 𝔐59 CT RP [36.4%]
  10. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  11. Footnote εν [85.7%] ¦ οι εν CT [14.1%]
  12. Footnote συνευωχουμενοι [83.6%] ¦ συνευωχουμενοι υμιν SCR [16.4%]
  13. Footnote παραφερομεναι [87.4%] ¦ περιφερομεναι TR [4.7%]
  14. Footnote τον αιωνα 𝔐80 [37%] ¦ αιωνα 𝔐49 CT HF PCK RP [54.6%] ¦ αιωνας MSS [7.9%]
  15. Footnote προεφητευσε [97.4%] ¦ επροφητευσε WH [0.4%]
  16. Footnote αγιαις μυριασιν [88.4%] ¦ μυριασιν αγιαις TR [5.1%]
  17. Footnote ελεγξαι [88%] ¦ εξελεγξαι TR [10.2%]
  18. Footnote παντας τους ασεβεις αυτων 79.5% ¦ παντας τους ασεβεις SBL TH WH 15.8% ¦ πασαν ψυχην ECM NA 0.6%
  19. Footnote αυτων 𝔐73 [48.3%] ¦ εαυτων 𝔐59 ECM NA PCK [47.2%]
  20. Footnote ωφελειας ¦ ωφελιας WH
  21. Footnote ρηματων των προειρημενων [90.8%] ¦ προειρημενων ρηματων ECM† [7%]
  22. Footnote οτι [98.5%] ¦ --- ECM† NA28 SBL WH [1.5%]
  23. Footnote εν εσχατω χρονω 77.8% ¦ επ εσχατων των χρονων MSS 5.4% ¦ επ εσχατου του χρονου NA27 5.3% ¦ επ εσχατου χρονου ECM NA28 SBL TH WH 1.4%
  24. Footnote αποδιοριζοντες [77.5%] ¦ αποδιοριζοντες εαυτους SCR [20.8%]
  25. Footnote τη αγιωτατη υμων πιστει εποικοδομουντες εαυτους [78%] ¦ εποικοδομουντες εαυτους τη αγιωτατη υμων πιστει CT [9.5%] ¦ τη αγιωτατη ημων πιστει εποικοδομουντες εαυτους MSS [6.2%]
  26. Footnote ελεειτε διακρινομενοι [88%] ¦ ελεγχετε διακρινομενους TH [6.9%] ¦ ελεατε διακρινομενους ECM NA SBL WH [2.1%]
  27. Footnote ους δε εν φοβω σωζετε εκ πυρος αρπαζοντες 66.9% ¦ ους δε εν φοβω σωζετε εκ του πυρος αρπαζοντες ANT TR 8% ¦ ους δε σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω ECM NA SBL TH 5% ¦ σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω WH 0.2%
  28. Footnote αυτους απταιστους 63% ¦ υμας απταιστους CT SCR 21.9% ¦ υμας απταιστους και ασπιλους MSS 7.4%
  29. Footnote σοφω θεω 82.3% ¦ θεω CT 7.4% ¦ σοφω MSS 5.5%
  30. Footnote ημων 77.9% ¦ ημων δια ιησου χριστου του κυριου ημων CT 21.1%
  31. Footnote και [86.4%] ¦ --- CT [11.2%]
  32. Footnote και 78.4% ¦ προ παντος του αιωνος και CT 13.2% ¦ προ παντος αιωνος και MSS 8.2%

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.